ΠΛΟΥΤΑΡΧΟΥ ΔΗΜΗΤΡΙΟΣ

Автор: 
Плутарх

1.1.1

Οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν

ὑπολαβόντες οὐχ ἥκιστά µοι δοκοῦσι τὴν περὶ τὰς κρί-

σεις αὐτῶν κατανοῆσαι δύναµιν, ᾗ τῶν ἐναντίων ὁµοίως

ἑκατέρῳ γένει πεφύκαµεν ἀντιλαµβάνεσθαι. τοῦτο γὰρ

1.1.5

αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινοµένων

1.2.1

ἀναφορᾷ διαλλάττουσιν. ἡ µὲν γὰρ αἴσθησις οὐδέν τι

µᾶλλον ἐπὶ λευκῶν ἢ µελάνων διαγνώσει γέγονεν, οὐδὲ

γλυκέων ἢ πικρῶν, οὐδὲ µαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν

καὶ ἀντιτύπων, ἀλλ" ἔργον αὐτῆς, ἑκάστοις ἐντυγχάνουσαν

1.2.5

ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουµένην πρὸς τὸ φρο-

1.3.1

νοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι µετὰ λόγου

συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν

δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ µὲν ἀφ" αὑτῶν καὶ

προηγουµένως, τὰ δ" ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συµβεβη-

1.3.5

κὸς ἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρµο-

νικῇ τὸ ἐκµελές, ὅπως ἔχει, σκοπεῖν συµβέβηκε πρὸς τὴν

1.4.1

τῶν ἐναντίων ἀπεργασίαν· αἵ τε πασῶν τελεώταται τε-

χνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν

µόνον καὶ δικαίων καὶ ὠφελίµων, ἀλλὰ καὶ βλαβερῶν καὶ

αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κα-

1.4.5

κῶν καλλωπιζοµένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλ" ἀβελ-

τερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν µάλιστα γινώσκειν προς-

1.5.1

ήκει τοὺς ὀρθῶς βιωσοµένους. οἱ µὲν οὖν παλαιοὶ Σπαρ-

τιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζον-

τες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συµπόσια, τοῖς νέοις

οἷόν ἐστι τὸ µεθύειν ἐπιδεικνύντες· ἡµεῖς δὲ τὴν µὲν

1.5.5

ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάν-

θρωπον οὐδὲ πολιτικὴν ἡγούµεθα, τῶν δὲ κεχρηµένων

ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ

πράγµασι µεγάλοις ἐπιφανῶν εἰς κακίαν οὐ χεῖρον ἴσως

ἐστὶ συζυγίαν µίαν ἢ δύο παρεµβαλεῖν εἰς τὰ παρα-

1.5.10

δείγµατα τῶν βίων, οὐκ ἐφ" ἡδονῇ µὰ Δία καὶ δι-

αγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν,

1.6.1

ἀλλ" ὥσπερ Ἰσµηνίας ὁ Θηβαῖος ἐπιδεικνύµενος τοῖς

µαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει

λέγειν “οὕτως αὐλεῖν δεῖ” καὶ πάλιν “οὕτως αὐλεῖν οὐ

δεῖ”, ὁ δ" Ἀντιγενείδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀ-

1.6.5

κροᾶσθαι τοὺς νέους αὐλητῶν, <ἤν τ>ινα καὶ τῶν φαύ-

λων πεῖραν λαµβάνωσιν, οὕτως µοι δοκοῦµεν ἡµεῖς

προθυµότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ

µιµηταὶ βίων, εἰ µηδὲ τῶν φαύλων καὶ ψεγοµένων ἀν-

ιστορήτως ἔχοιµεν.

1.7.1

Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δηµητρίου τοῦ Πολιορ-

κητοῦ βίον καὶ τὸν Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν

µάλιστα δὴ τῷ Πλάτωνι µαρτυρησάντων, ὅτι καὶ κακίας

1.8.1

µεγάλας ὥσπερ ἀρετὰς αἱ µεγάλαι φύσεις ἐκφέρουσι. γε-

νόµενοι δ" ὁµοίως ἐρωτικοὶ ποτικοὶ στρατιωτικοὶ µεγαλό-

δωροι πολυτελεῖς ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁµοιότη-

τας ἀκολούθους ἔσχον. οὐ γὰρ µόνον ἐν τῷ λοιπῷ βίῳ

1.8.5

µεγάλα µὲν κατορθοῦντες, µεγάλα δὲ σφαλλόµενοι, πλεί-

στων δ" ἐπικρατοῦντες, πλεῖστα δ" ἀποβάλλοντες, ἀπρος-

δοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες

διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψεν ὁ µὲν ἁλοὺς ὑπὸ τῶν

πολεµίων, ὁ δ" ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόµενος.

2.1.1

Ἀντιγόνῳ τοίνυν δυοῖν υἱῶν ἐκ Στρατονίκης τῆς

Κορράγου γενοµένων, τὸν µὲν ἐπὶ τἀδελφῷ Δηµήτριον,

τὸν δ" ἐπὶ τῷ πατρὶ Φίλιππον ὠνόµασεν. οὗτός ἐστιν ὁ

τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δηµήτριον οὐχ υἱόν,

2.1.4

ἀλλ" ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ

νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος,

εἶτα τῆς µητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαµηθείσης, υἱὸν

2.2.1

ἐκείνου νοµισθῆναι. τὸν µὲν οὖν Φίλιππον οὐ πολλοῖς

ἔτεσι τοῦ Δηµητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι.

Δηµήτριος δὲ µεγέθει µὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ

ὢν µέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυµαστὸς καὶ

2.2.5

περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων µηθένα

τῆς ὁµοιότητος ἐφικέσθαι· τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος

καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ

ἰταµῷ δυσµίµητος ἡρωική τις ἐπιφάνεια καὶ βασιλικὴ

2.3.1

σεµνότης. οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκ-

πληξιν ἀνθρώπων ἅµα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγ-

γενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαί-

τας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ

2.3.5

σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ

δραστήριον· ᾗ καὶ µάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυ-

σον, ὡς πολέµῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τ" αὖθις

ἐκ πολέµου τρέψαι [καὶ] πρὸς εὐφροσύνην καὶ χάριν

ἐµµελέστατον.

3.1.1

Ἦν µὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ

περὶ τὴν µητέρα σπουδῇ καὶ τὸν πατέρα τιµῶν ἐφαί-

νετο δι" εὔνοιαν ἀληθινὴν µᾶλλον ἢ θεραπείαν τῆς δυ-

3.2.1

νάµεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολά-

ζοντος, ἀπὸ θήρας ὁ Δηµήτριος ἐπέστη, καὶ προσελθὼν

τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας ἐκάθισε

παρ" αὐτόν. ὁ δ" Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρές-

3.2.5

βεις ἔχοντας τὰς ἀποκρίσεις µεγάλῃ φωνῇ προσαγορεύ-

σας, “καὶ τοῦτο” εἶπεν “ὦ ἄνδρες ἀπαγγέλλετε περὶ

ἡµῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχοµεν”, ὡς ἰσχύν τινα

πραγµάτων βασιλικῶν καὶ δυνάµεως ἐπίδειξιν οὖσαν

3.3.1

τὴν πρὸς υἱὸν ὁµόνοιαν καὶ πίστιν. οὕτως ἄρα πάντῃ

δυσκοινώνητον ἡ ἀρχὴ καὶ µεστὸν ἀπιστίας καὶ δυσνοίας,

ὥστ" ἀγάλλεσθαι τὸν µέγιστον τῶν Ἀλεξάνδρου διαδό-

χων καὶ πρεσβύτατον, ὅτι µὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ

3.4.1

προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώµατος πλησίον. οὐ

µὴν ἀλλὰ καὶ µόνος ὡς εἰπεῖν ὁ οἶκος οὗτος ἐπὶ πλεί-

στας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, µᾶλ-

λον δ" εἷς µόνος τῶν ἀπ" Ἀντιγόνου Φίλιππος ἀνεῖλεν

3.5.1

υἱόν. αἱ δ" ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν µὲν

ἔχουσι παίδων, πολλῶν δὲ µητέρων φόνους καὶ γυναι-

κῶν· τὸ µὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωµέ-

τραι τὰ αἰτήµατα λαµβάνουσιν, οὕτω συνεχωρεῖτο, κοινόν

3.5.5

τι νοµιζόµενον αἴτηµα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας.

4.1.1

Τοῦ µέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλέται-

ρον γεγονέναι τὸν Δηµήτριον ἐν ἀρχῇ παράδειγµα τοιοῦ-

τόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς

ἑταῖρος ἦν αὐτοῦ καὶ καθ" ἡλικίαν συνήθης, ἐθεράπευε

4.1.5

δ" Ἀντίγονον οὔτ" ὢν οὔτε δοκῶν πονηρός. ἐκ δ" ἐν-

4.2.1

υπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ µέγα

καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγµά τι χρυσίου

κατασπείρειν, ἐξ αὐτοῦ δὲ πρῶτον µὲν ὑποφύεσθαι θέρος

χρυσοῦν, ὀλίγῳ δ" ὕστερον ἐπελθὼν ἰδεῖν οὐδὲν ἀλλ" ἢ

4.2.5

τετµηµένην καλάµην· λυπούµενος δὲ καὶ περιπαθῶν

ἀκοῦσαί τινων λεγόντων, ὡς ἄρα Μιθριδάτης εἰς Πόν-

τον Εὔξεινον οἴχεται τὸ χρυσοῦν θέρος ἐξαµησάµενος.

4.3.1

ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν,

ἔφρασε τὴν ὄψιν αὐτῷ καὶ ὅτι πάντως τὸν ἄνθρωπον

4.4.1

ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν. ἀκούσας δ" ὁ

Δηµήτριος ἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου καθάπερ

εἰώθει γενοµένου παρ" αὐτῷ καὶ συνόντος ἐπὶ σχολῆς,

φθέγξασθαι µὲν οὐκ ἐτόλµησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν

4.4.5

διὰ τὸν ὅρκον, ὑπαγαγὼν δὲ κατὰ µικρὸν ἀπὸ τῶν φίλων,

ὡς ἐγεγόνεσαν µόνοι καθ" αὑτούς, τῷ στύρακι τῆς λόγχης

κατέγραψεν εἰς τὴν γῆν ὁρῶντος αὐτοῦ· “φεῦγε Μιθρι-

δάτα”. συνεὶς δ" ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν,

καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενοµένην ὄψιν ὕπαρ αὐτῷ συν-

4.5.1

ετέλει τὸ χρεών· πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας,

καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ

παυσάµενον ὑπὸ Ῥωµαίων ἐκεῖνος παρέσχε. ταῦτα µὲν

οὖν εὐφυΐας δείγµατα τοῦ Δηµητρίου πρὸς ἐπιείκειαν

4.5.5

καὶ δικαιοσύνην.

5.1.1

Ἐπεὶ δ", ὥσπερ ἐν τοῖς Ἐµπεδοκλέους στοιχείοις

διὰ τὸ νεῖκος ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεµος,

µᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτοµένοις καὶ πελάζουσιν, οὕτω

τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα

5.1.5

συνεχῆ πόλεµον αἱ τῶν πραγµάτων καὶ τῶν τόπων συν-

άφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ µᾶλλον

ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεµαῖον, αὐτὸς

µὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεµαῖον δ" ἀκούων

ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις

5.2.1

[ἀπ]ἄγειν καὶ βιάζεσθαι, κατέπεµψε τὸν υἱὸν Δηµήτριον,

δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον

5.3.1

αὐτοτελῶς ἐπὶ πράγµασι µεγάλοις ἁπτόµενον. οἷα δὲ νέος

καὶ ἄπειρος ἀνδρὶ συµπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαί-

στρας, ἠθληκότι πολλοὺς καὶ µεγάλους καθ" αὑτὸν ἀγῶνας,

ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόν-

5.4.1

των καὶ πεντακισχιλίων ἀποθανόντων. ἀπέβαλε δὲ καὶ

σκηνὴν καὶ χρήµατα καὶ ὅλως σύµπασαν τὴν περὶ τὸ

σῶµα θεραπείαν. ἀλλὰ ταῦτα µὲν αὐτῷ Πτολεµαῖος ἀπ-

έπεµψε µετὰ τῶν φίλων, εὐγνώµονα καὶ φιλάνθρωπον

5.4.5

ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅµα, περὶ δόξης δὲ

5.5.1

καὶ ἀρχῆς πολεµητέον ἐστὶν αὐτοῖς. Δηµήτριος δὲ δεξά-

µενος ηὔξατο τοῖς θεοῖς µὴ πολὺν χρόνον ὀφειλέτην

Πτολεµαίῳ γενέσθαι χάριτος, ἀλλὰ ταχέως ἀµείψασθαι

5.6.1

διὰ τῶν ὁµοίων. καὶ πάθος οὐ µειρακίου παθὼν ἐν ἀρχῇ

πράξεων ἀνατραπέντος, ἀλλ" ἐµβριθοῦς στρατηγοῦ κεχρη-

µένου πραγµάτων µεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ

κατασκευῆς ὅπλων ἐπεµελεῖτο, καὶ τὰς πόλεις διὰ χειρὸς

5.6.5

εἶχε καὶ τοὺς ἀθροιζοµένους ἐγύµναζεν.

6.1.1

Ἀντίγονος δὲ τὴν µάχην πυθόµενος, Πτολεµαῖον µὲν

ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις ἀγωνιεῖσθαι πρὸς

ἄνδρας, τοῦ δ" υἱοῦ τὸ φρόνηµα καθελεῖν καὶ κολοῦσαι µὴ

βουλόµενος, οὐκ ἐνέστη πάλιν αἰτουµένῳ µάχεσθαι καθ"

6.2.1

αὑτόν, ἀλλ" ἐφῆκε. καὶ µετ" οὐ πολὺν χρόνον ἀφῖκτο

Κίλλης Πτολεµαίου στρατηγὸς µετὰ λαµπρᾶς δυνάµεως,

ὡς ἐξελάσων Συρίας Δηµήτριον ἁπάσης, τῷ προηττῆσθαι

6.3.1

καταφρονούµενον. ὁ δ" ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθο-

µένῳ καὶ φοβήσας, ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατό-

πεδον, καὶ στρατιώτας µὲν ἑπτακισχιλίους ζῶντας εἷλε,

6.4.1

χρηµάτων δὲ παµπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας

οὐχ οἷς ἕξειν, ἀλλ" οἷς ἀποδώσειν ἔµελλε, καὶ τῆς νίκης

οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν ὡς τὴν διάλυσιν τοῦ

φιλανθρωπεύµατος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν. οὐ

6.4.5

µὴν αὐτογνωµόνως ταῦτ" ἔπραξεν, ἀλλ" ἔγραψε τῷ πατρί.

6.5.1

δόντος δ" ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι

χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ <τοὺς> φίλους

αὐτῷ δωρησάµενος ἀφθόνως ἀπέπεµψε. τοῦτο τὸ πά-

θος Συρίας ἐξήλασε Πτολεµαῖον, Ἀντίγονον δὲ κατ-

6.5.5

ήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα

θεάσασθαι τὸν υἱόν.

7.1.1

Ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουµένους Να-

βαταίους ὑπαγαγέσθαι πεµφθεὶς ὁ Δηµήτριος, ἐκιν-

δύνευσε µὲν εἰς τόπους ἀνύδρους ἐµπεσών, τῷ δὲ µὴ

διαταραχθῆναι µηδ" ἐκπλαγῆναι καταπληξάµενος τοὺς

7.1.5

βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καµήλους ἑπτα-

κοσίας παρ" αὐτῶν ἀνεχώρησεν.

7.2.1

Ἐπεὶ δὲ Σέλευκος ἐκπεσὼν µὲν ὑπ" Ἀντιγόνου τῆς

Βαβυλωνίας πρότερον, ὕστερον δ" ἀναλαβὼν τὴν ἀρχὴν

δι" αὑτοῦ καὶ κρατῶν ἀνέβη µετὰ δυνάµεως τὰ συν-

οροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρ-

7.3.1

χίας προσαξόµενος, ἐλπίζων Δηµήτριος ἔρηµον εὑρήσειν

τὴν Μεσοποταµίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην, εἰς

τὴν Βαβυλῶνα παρεισπεσὼν ἔφθη, καὶ τῆς ἑτέρας ἄκρας

– δύο γὰρ ἦσαν – ἐκκρούσας τὴν Σελεύκου φρουρὰν

7.3.5

καὶ κρατήσας, ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας.

7.4.1

ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύναντο τοὺς στρα-

τιώτας ὠφελεῖσθαι καὶ λαµβάνειν κελεύσας, ἐπανῆλθεν

ἐπὶ θάλασσαν, βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών·

ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς µηκέτι προσήκου-

7.4.5

σαν αὐτοῖς.

7.5.1

Πτολεµαίου µέντοι πολιορκοῦντος Ἁλικαρνασόν, ὀξέως

βοηθήσας ἐξήρπασε τὴν πόλιν.

8.1.1

Ἐνδόξου δὲ τῆς φιλοτιµίας ταύτης γενοµένης, ὁρ-

µὴ παρέστη θαυµάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα,

πᾶσαν ὑπὸ Κασσάνδρου καὶ Πτολεµαίου καταδεδουλω-

8.2.1

µένην. τούτου πόλεµον οὐδεὶς ἐπολέµησε τῶν βασιλέων

καλλίω καὶ δικαιότερον· ἃς γὰρ ἅµα τοὺς βαρβάρους

ταπεινοῦντες εὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ

8.3.1

εὐδοξίας καὶ τιµῆς ἀνήλισκον. ὡς δὲ πρῶτον ἐδόκει πλεῖν

ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν

Ἀντίγονον, ὅτι δεῖ ταύτην τὴν πόλιν ἂν ἕλωσι κατέχειν

δι" αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν

8.3.5

ὁ Ἀντίγονος, ἀλλ" ἐπιβάθραν µὲν ἔφη καλὴν καὶ ἀσάλευτον

εἶναι τὴν εὔνοιαν, τὰς δ" Ἀθήνας, ὥσπερ σκοπὴν τῆς

οἰκουµένης, ταχὺ τῇ δόξῃ διαπυρσεύσειν εἰς ἅπαντας

8.4.1

ἀνθρώπους τὰς πράξεις. ἔπλει δὲ Δηµήτριος ἔχων ἀργυρίου

πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ

διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ µὲν ἄστυ Δηµητρίου τοῦ

Φαληρέως Κασσάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ

8.5.1

φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δ" ἅµα καὶ προνοίᾳ χρησά-

µενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέµπτῃ φθίνοντος Θαργη-

λιῶνος, προαισθοµένου µὲν οὐδενός, ἐπεὶ δ" ὤφθη πλησίον

ὁ στόλος, ἁπάντων ὡς Πτολεµαϊκὰς τὰς ναῦς ὑποδέχε-

8.5.5

σθαι παρασκευαζοµένων. ὀψὲ <δὲ> συµφρονήσαντες ἐβοή-

θουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν οἷον εἰκὸς ἐν ἀπρος-

δοκήτῳ πολεµίους ἀποβαίνοντας ἀναγκαζοµένων ἀµύ-

8.6.1

νεσθαι. τοῖς γὰρ στόµασι τῶν λιµένων ἀκλείστοις ἐπι-

τυχὼν ὁ Δηµήτριος καὶ διεξελάσας, ἐντὸς ἦν ἤδη κατα-

φανὴς πᾶσι, καὶ διεσήµηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας

8.7.1

καὶ σιωπῆς. γενοµένου δὲ τούτου κήρυκα παραστησά-

µενος ἀνεῖπεν, ὅτι πέµψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ,

<τοὺς> Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρουρὰν

ἐκβαλοῦντα καὶ τοὺς νόµους αὐτοῖς καὶ τὴν πάτριον

8.7.5

ἀποδώσοντα πολιτείαν.

9.1.1

Ἀναρρηθέντων δὲ τούτων οἱ µὲν πολλοὶ παραχρῆµα

τὰς ἀσπίδας θέµενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν, καὶ

9.2.1

βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δηµήτριον, εὐεργέτην

καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα

πάντως µὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν

µηδὲν ὧν ἐπαγγέλλεται µέλλῃ βεβαιοῦν, ὅµως δὲ πρέσβεις

9.2.5

δεοµένους ἀπέστειλαν, οἷς ὁ Δηµήτριος ἐντυχὼν φιλαν-

θρώπως συνέπεµψε παρ" ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν

9.3.1

Μιλήσιον Ἀριστόδηµον. τοῦ δὲ Φαληρέως διὰ τὴν µετα-

βολὴν τῆς πολιτείας µᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεµίους

δεδοικότος οὐκ ἠµέλησεν ὁ Δηµήτριος, ἀλλὰ καὶ τὴν

δόξαν αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρός, εἰς Θήβας

9.3.5

αὐτὸν ὥσπερ ἐβούλετο µετ" ἀσφαλείας συνεξέπεµψεν.

9.4.1

αὐτὸς δὲ τὴν µὲν πόλιν οὐκ ἂν ἔφη καίπερ ἐπιθυ-

µῶν ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι, τῆς

φρουρᾶς ἀπαλλάξας, τῇ δὲ Μουνυχίᾳ χαράκωµα καὶ

τάφρον περιβαλών, διὰ µέσου Μεγάροις ἐπέπλευσεν ὑπὸ

9.4.5

Κασσάνδρου φρουρουµένοις.

9.5.1

Πυθόµενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γε-

νοµένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβου-

σαν οὐκ ἂν ἀηδῶς γενέσθαι µετ" αὐτοῦ, περιβόητον

οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναµιν ἐν τῇ Μεγα-

9.6.1

ρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ, καὶ τούτους

πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν

τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ. τοῦτό τινες αἰσθόµενοι

9.7.1

τῶν πολεµίων ἐξαίφνης κατέδραµον ἐπ" αὐτόν. ὁ δὲ

φοβηθεὶς καὶ λαβὼν χλαµύδιον εὐτελὲς δρόµῳ φεύγων

ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας

ἁλῶναι. τὴν δὲ σκηνὴν µετὰ τῶν χρηµάτων ᾤχοντο

9.7.5

λαβόντες οἱ πολέµιοι.

9.8.1

Τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρατιωτῶν ἐφ"

ἁρπαγὴν τραποµένων, Ἀθηναῖοι παρῃτήσαντο τοὺς Μεγα-

ρεῖς πολλῇ δεήσει, καὶ τὴν φρουρὰν ὁ Δηµήτριος ἐκβαλὼν

9.9.1

ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσό-

φου Στίλπωνος ἐµνήσθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρηµένου

πως ἐν ἡσυχίᾳ καταβιῶναι. µεταπεµψάµενος οὖν αὐτὸν

ἠρώτα, µή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων “οὐ-

9.9.5

δείς” εἶπεν· “οὐδένα γὰρ εἶδον ἐπιστάµαν ἀποφέροντα.”

9.10.1

τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων διακλαπέντων,

ἐπεὶ πάλιν αὐτὸν ὁ Δηµήτριος ἐφιλοφρονεῖτο καὶ τέλος

ἀπαλλαττόµενος εἶπεν· “ἐλευθέραν ὑµῶν ὦ Στίλπων

ἀπολείπω τὴν πόλιν”, “ὀρθῶς” ἔφη “λέγεις· οὐδένα

9.10.5

γὰρ ἁµῶν δοῦλον ἀπολέλοιπας.”

10.1.1

Ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν

καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατ-

έσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχο-

µένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συν-

10.1.5

αγαγὼν τὸν δῆµον ἀπέδωκε τὴν πάτριον πολιτείαν, καὶ

προσυπέσχετο παρὰ τοῦ πατρὸς αὐτοῖς ἀφίξεσθαι σίτου

πεντεκαίδεκα µυριάδας µεδίµνων καὶ ξύλων ναυπηγη-

10.2.1

σίµων πλῆθος εἰς ἑκατὸν τριήρεις. Ἀθηναῖοι δ" ἀπο-

λαβόντες τὴν δηµοκρατίαν ἔτει πεντεκαιδεκάτῳ, τὸν

διὰ µέσου χρόνον ἀπὸ τῶν Λαµιακῶν καὶ τῆς περὶ Κραν-

νῶνα µάχης λόγῳ µὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ µοναρχι-

10.2.5

κῆς καταστάσεως γενοµένης διὰ τὴν τοῦ Φαληρέως

δύναµιν, οὕτως λαµπρὸν ἐν ταῖς εὐεργεσίαις καὶ µέγαν

φανέντα τὸν Δηµήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαν

10.3.1

τῶν τιµῶν ταῖς ἀµετρίαις ἃς ἐψηφίσαντο. πρῶτοι µὲν

γὰρ ἀνθρώπων ἁπάντων τὸν Δηµήτριον καὶ Ἀντίγονον

βασιλεῖς ἀνηγόρευσαν, ἄλλως ἀφοσιουµένους τοὔνοµα,

[καὶ] τοῦτο δὴ µόνον τῶν βασιλικῶν ἔτι τοῖς ἀπὸ Φιλίπ-

10.3.5

που καὶ Ἀλεξάνδρου περιεῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ

10.4.1

ἀκοινώνητον· µόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς, καὶ

τὸν ἐπώνυµον καὶ πάτριον ἄρχοντα καταπαύσαντες,

ἱερέα σωτήρων ἐχειροτόνουν καθ" ἕκαστον ἐνιαυτόν, καὶ

τοῦτον ἐπὶ τῶν ψηφισµάτων καὶ τῶν συµβολαίων προέγρα-

10.5.1

φον. ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ µετὰ τῶν θεῶν αὐτοὺς

ἐψηφίσαντο, καὶ τὸν τόπον ὅπου πρῶτον ἀπέβη τοῦ

ἅρµατος καθιερώσαντες καὶ βωµὸν ἐπιθέντες Δηµητρίου

10.6.1

Καταιβάτου προσηγόρευσαν· ταῖς δὲ φυλαῖς δύο προς-

έθεσαν, Δηµητριάδα καὶ Ἀντιγονίδα, καὶ τὴν βουλὴν τῶν

πεντακοσίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴ φυλῆς

ἑκάστης πεντήκοντα βουλευτὰς παρεχοµένης.

11.1.1

Τὸ δ" ὑπερφυέστατον ἐνθύµηµα τοῦ Στρατοκλέους

(οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουρ-

γὸς ἀρεσκευµάτων)· ἔγραψεν ὅπως οἱ πεµπόµενοι κατὰ

ψήφισµα δηµοσίᾳ πρὸς Ἀντίγονον ἢ Δηµήτριον ἀντὶ

11.1.5

πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ

Ὀλυµπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀν-

άγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς.

11.2.1

Ἦν δὲ καὶ τἆλλα παράτολµος ὁ Στρατοκλῆς, καὶ βεβιω-

κὼς ἀσελγῶς καὶ τῇ βωµολοχίᾳ καὶ βδελυρίᾳ τοῦ παλαιοῦ

Κλέωνος ἀποµιµεῖσθαι δοκῶν τὴν πρὸς τὸν δῆµον

11.3.1

εὐχέρειαν. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς, καί

ποτ" αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαµένης ἐγκε-

φάλους καὶ τραχήλους “παπαί” εἶπε “τοιαῦτά γ" ὠψώ-

11.4.1

νηκας οἷς σφαιρίζοµεν οἱ πολιτευόµενοι.” τῆς δὲ περὶ

Ἀµοργὸν ἥττης τῶν νεῶν συµβάσης τοῖς Ἀθηναίοις,

φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωµένος διὰ

τοῦ Κεραµεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν

11.4.5

εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυ-

11.5.1

λὴν ἐποίησεν. ὀλίγῳ δ" ὕστερον τῶν τὰ ναυάγια κοµι-

ζόντων ἀπὸ τῆς µάχης παραγενοµένων καὶ τοῦ δήµου

πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταµῶς ὑποστὰς τὸν θό-

ρυβον “εἶτ"” ἔφη “τί πεπόνθατε δεινόν, εἰ δύο ἡµέρας

11.5.5

ἡδέως γεγόνατε;” τοιαύτη µὲν ἡ τοῦ Στρατοκλέους

θρασύτης.

12.1.1

Ἦν δ" ἄρα καὶ πυρὸς ἕτερα θερµότερα κατὰ τὸν

Ἀριστοφάνη· γράφει γάρ τις ἄλλος ὑπερβαλλόµε-

νος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δηµήτριον ὁσά-

κις ἂν ἀφίκηται τοῖς Δήµητρος καὶ Διονύσου ξενισµοῖς, τῷ

12.1.5

δ" ὑπερβαλλοµένῳ λαµπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν

12.2.1

ἀργύριον εἰς ἀνάθηµα δηµοσίᾳ δίδοσθαι. τέλος δὲ τῶν

τε µηνῶν τὸν Μουνυχιῶνα Δηµητριῶνα καὶ τῶν ἡµερῶν

τὴν ἕνην καὶ νέαν Δηµητριάδα προσηγόρευσαν, καὶ τῶν

12.3.1

ἑορτῶν τὰ Διονύσια µετωνόµασαν Δηµήτρια. ἐπεσήµηνε δὲ

τοῖς πλείστοις τὸ θεῖον· ὁ µὲν γὰρ πέπλος, ὥσπερ ἐψηφί-

σαντο µετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφηναµένων

Δηµήτριον καὶ Ἀντίγονον, πεµπόµενος διὰ τοῦ Κεραµει-

12.4.1

κοῦ µέσος ἐρράγη θυέλλης ἐµπεσούσης. περὶ δὲ τοὺς

βωµοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον,

12.5.1

µηδ" ἄλλως τῆς χώρας πολλαχοῦ φυόµενον. ᾗ δ" ἡµέρᾳ τὰ

τῶν Διονυσίων ἐγίνετο, τὴν ποµπὴν κατέλυσαν ἰσχυρῶν

πάγων γενοµένων παρ" ὥραν, καὶ πάχνης βαθείας ἐπι-

πεσούσης οὐ µόνον ἀµπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε

12.5.5

τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον ἐν χλόῃ δι-

12.6.1

έφθειρε. διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους

ἐν κωµῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα·

12.7.1

δι" ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀµπέλους,

δι" ὃν ἀσεβοῦνθ" ὁ πέπλος ἐρράγη µέσος,

ποιοῦντα τιµὰς τὰς [τῶν] θεῶν ἀνθρωπίνας.

ταῦτα καταλύει δῆµον, οὐ κωµῳδία.

12.8.1

ἦν δ" ὁ Φιλιππίδης Λυσιµάχου φίλος, καὶ πολλὰ δι"

αὐτὸν ὁ δῆµος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ

καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύµβολος

ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος

12.8.5

εὐδοκίµει, µηθὲν ἐνοχλῶν µηδ" αὐλικῆς περιεργίας ἀνα-

12.9.1

πιµπλάµενος. φιλοφρονουµένου δέ ποτε τοῦ Λυσιµάχου

πρὸς αὐτὸν καὶ εἰπόντος “ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐµῶν

µεταδῶ;” “µόνον” ἔφη “βασιλεῦ µὴ τῶν ἀπορρήτων”.

τοῦτον µὲν οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαµεν, τῷ ἀπὸ

12.9.5

τοῦ βήµατος τὸν ἀπὸ τῆς θυµέλης.

13.1.1

Ὃ δὲ µάλιστα τῶν τιµῶν ὑπερφυὲς ἦν καὶ ἀλλόκοτον,

ἔγραψε Δροµοκλείδης ὁ Σφήττιος, ὑπὲρ τῆς τῶν ἀσπίδων

ἀναθέσεως εἰς Δελφοὺς παρὰ Δηµητρίου λαβεῖν χρησµόν.

13.2.1

αὐτὴν δὲ παραγράψω τὴν λέξιν ἐκ τοῦ ψηφίσµατος οὕτως

ἔχουσαν· “ἀγαθῇ τύχῃ· δεδόχθαι τῷ δήµῳ, χειροτονῆσαι

τὸν δῆµον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφικόµενος

πρὸς τὸν Σωτῆρα καὶ καλλιερησάµενος ἐπερωτήσει

13.2.5

[Δηµήτριον] τὸν Σωτῆρα, πῶς <ἂν> εὐσεβέστατα καὶ

κάλλιστα καὶ τὴν ταχίστην ὁ δῆµος τὴν ἀποκατάστασιν

13.3.1

ποιήσαιτο τῶν ἀναθηµάτων. ὅ τι δ" ἂν χρήσῃ, ταῦτα

πράττειν τὸν δῆµον.” οὕτω καταµωκώµενοι τοῦ ἀνθρώ-

που, προσδιέφθειραν αὐτόν, οὐδ" ἄλλως ὑγιαίνοντα τὴν

διάνοιαν.

14.1.1

Ἀλλ" ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγά-

γετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου µὲν ἦν ἀπό-

γονος τοῦ παλαιοῦ, συνοικήσασα δ" Ὀφέλλᾳ τῷ Κυρή-

νης ἄρξαντι, µετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν

14.2.1

εἰς τὰς Ἀθήνας. οἱ µὲν οὖν Ἀθηναῖοι τὸν γάµον τοῦτον

εἰς χάριν ἔθεντο καὶ τιµὴν τῆς πόλεως· ἄλλως δ" ὁ

Δηµήτριος εὐχερής τις ἦν περὶ γάµους καὶ πολλαῖς ἅµα

συνῆν γυναιξίν, ὧν ἀξίωµα µέγιστον εἶχε καὶ τιµὴν

Φίλα δι" Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυν-

ῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ

14.3.1

Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύ-

την ὡς ἔοικε κοµιδῇ νέον ὄντα τὸν Δηµήτριον ἔπειθεν

ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθ" ὥραν ἀλλὰ πρεσβυτέραν,

λαβεῖν· ἀπροθύµως δ" ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ

Εὐριπίδειον εἰπεῖν (Phoen. 395)·

14.3.5

ὅπου τὸ κέρδος, παρὰ φύσιν γαµητέον,

14.4.1

ὁµοιόπτωτόν τι τῷ “δουλευτέον” εὐθυρρηµονήσας. τοι-

αύτη µὲν οὖν τις ἦν ἡ τοῦ Δηµητρίου τιµὴ πρός τε Φίλαν

καὶ τὰς ἄλλας γαµετάς, ὥστε πολλαῖς µὲν ἀνέδην ἑταίραις,

πολλαῖς δ" ἐλευθέραις συνεῖναι γυναιξί, καὶ µάλιστα δὴ

14.4.5

περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασι-

λέων.

15.1.1

Ἐπεὶ δ" ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεµαίῳ περὶ

Κύπρου πολεµήσοντα, πείθεσθαι µὲν ἦν ἀναγκαῖον,

ἀχθόµενος δ" ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεµον ὄντα

καλλίω καὶ λαµπρότερον ἀπολείπει, προσέπεµψε Κλεω-

15.1.5

νίδῃ τῷ Πτολεµαίου στρατηγῷ φρουροῦντι Σικυῶνα

καὶ Κόρινθον, χρήµατα προτείνων ὥστ" ἐλευθέρας ἀφεῖ-

15.2.1

ναι τὰς πόλεις. οὐ προσδεξαµένου δ" ἐκείνου, διὰ ταχέων

ἀναχθεὶς καὶ προσλαβὼν δύναµιν ἐπέπλευσε Κύπρῳ, καὶ

Μενέλαον µὲν ἀδελφὸν Πτολεµαίου µάχην συνάψας εὐθὺς

15.3.1

ἐνίκησεν· αὐτοῦ δὲ Πτολεµαίου µετὰ δυνάµεως πεζικῆς

ἅµα καὶ ναυτικῆς µεγάλης ἐπιφανέντος, ἐγένοντο µὲν

ἀπειλαί τινες καὶ διάλογοι κοµπώδεις, τοῦ µὲν ἀποπλεῖν

Δηµήτριον κελεύοντος πρὶν ὑπὸ τῆς δυνάµεως πάσης

15.3.5

ἀθροισθείσης καταπατηθῆναι, Δηµητρίου δ" ἐκεῖνον

ἀφεῖναι φάσκοντος, ἂν ὁµολογήσῃ Σικυῶνα καὶ Κόρινθον

15.4.1

ἀπαλλάξειν τῆς φρουρᾶς. ὁ δ" ἀγὼν οὐ µόνον αὐτοῖς

ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν

εἶχε προσδοκίαν τῆς ἐπικρεµαµένης ἀδηλότητος, ὡς οὐ

Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ µέγιστον εὐθὺς εἶναι πάντων

15.4.5

τῷ κρατοῦντι τῆς νίκης προστιθείσης.

16.1.1

Αὐτὸς µὲν οὖν ὁ Πτολεµαῖος ἐπέπλει πεντήκοντα

καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαµῖνος ἐκέλευσε Μενέλαον

ἑξήκοντα ναυσίν, ὅταν µάλιστα σύστασιν ὁ ἀγὼν ἔχῃ,

προσφερόµενον τὰς Δηµητρίου κόπτειν ἐξόπισθεν καὶ

16.2.1

διαταράττειν τὴν τάξιν. Δηµήτριος δὲ ταῖς µὲν ἑξήκοντα

ταύταις ἀντέταξε δέκα ναῦς – τοσαῦται γὰρ ἤρκουν

στενὸν ὄντα τοῦ λιµένος ἐµφράξαι τὸν ἔκπλουν – , αὐτὸς

δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν

16.2.5

ἀκρωτηρίοις περιχεάµενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν

16.3.1

ὀγδοήκοντα· προσµείξας δὲ ῥώµῃ καὶ βίᾳ πολλῇ, κατὰ

κράτος ἐτρέψατο τὸν Πτολεµαῖον, αὐτὸν µὲν ὡς ἐνικήθη

διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ µόναις – τοσαῦται γὰρ

ἐκ πασῶν περιεσώθησαν, τῶν δ" ἄλλων αἱ µὲν ἐν τῇ

16.3.5

ναυµαχίᾳ διεφθάρησαν, ἑβδοµήκοντα δ" ἥλωσαν αὔταν-

16.4.1

δροι – , τοῦ δ" ἐν ὁλκάσι παρορµοῦντος ὄχλου θεραπόντων

καὶ φίλων καὶ γυναικῶν, ἔτι δ" ὅπλων καὶ χρηµάτων καὶ

µηχανηµάτων, ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δηµήτριον, ἀλλ"

16.5.1

ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ

τούτοις ἡ περιβόητος ἦν Λάµια, τὴν µὲν ἀρχὴν σπουδα-

σθεῖσα διὰ τὴν τέχνην – ἐδόκει γὰρ αὐλεῖν οὐκ εὐκατα-

φρονήτως – , ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαµπρὰ γενο-

16.6.1

µένη. τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον

ἑαυτῆς λαβοῦσα τὸν Δηµήτριον, ἐκράτησε τῇ χάριτι καὶ

κατέσχεν, ὥστ" ἐκείνης εἶναι µόνης ἐραστήν, τῶν δ"

16.7.1

ἄλλων ἐρώµενον γυναικῶν. µετὰ δὲ τὴν ναυµαχίαν οὐδ"

ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαµῖνα παρέδωκε

τῷ Δηµητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους

καὶ διακοσίους καὶ µυρίους καὶ δισχιλίους ὁπλίτας.

17.1.1

Οὕτω δὲ λαµπρὰν καὶ καλὴν τὴν νίκην γενοµένην

ἔτι µᾶλλον ἐπικοσµῶν ὁ Δηµήτριος εὐγνωµοσύνῃ καὶ

φιλανθρωπίᾳ, τοὺς νεκροὺς τῶν πολεµίων ἔθαψε µεγαλο-

πρεπῶς καὶ τοὺς αἰχµαλώτους ἀφῆκεν, Ἀθηναίοις δὲ

17.1.5

χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο

πανοπλίας.

17.2.1

Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀρι-

στόδηµον ἔπεµψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν

ἁπάντων, καὶ τότε παρεσκευασµένον ὡς ἔοικε τῶν κο-

17.3.1

λακευµάτων τὸ µέγιστον ἐπενεγκεῖν τοῖς πράγµασιν. ὡς

γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν µὲν οὐκ εἴασε

τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δ" ἀφεῖναι κελεύσας καὶ κατὰ

ναῦν ἔχειν ἀτρέµα πάντας, αὐτὸς ἐµβὰς εἰς τὸ ἐφόλκιον

17.3.5

ἐξῆλθε µόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, µετέωρον

ὄντα τῇ προσδοκίᾳ τῆς µάχης καὶ διακείµενον ὡς εἰκός

ἐστι διακεῖσθαι τοὺς περὶ πραγµάτων τηλικούτων

17.4.1

ἀγωνιῶντας. τότε γε µὴν ἀκούσας ἐκεῖνον ἥκειν, ἔτι

µᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ µόλις µὲν αὑτὸν

οἴκοι κατεῖχεν, ἄλλους δ" ἐπ" ἄλλοις ἔπεµπεν ὑπηρέτας

καὶ φίλους πευσοµένους τοῦ Ἀριστοδήµου περὶ τῶν

17.5.1

γεγονότων. ἀποκριναµένου δὲ µηδὲν αὐτοῦ µηδενί, βάδην

δὲ καὶ συνεστῶτι τῷ προσώπῳ µετὰ πολλῆς σιωπῆς

προσιόντος, ἐκπλαγεὶς κοµιδῇ καὶ µηκέτι καρτερῶν ὁ

Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέµ-

17.5.5

ποντος ἤδη τὸν Ἀριστόδηµον ὄχλου καὶ συντρέχοντος

17.6.1

ἐπὶ τὸ βασίλειον. ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δε-

ξιὰν ἀνεβόησε µεγάλῃ τῇ φωνῇ· “χαῖρε βασιλεῦ Ἀντίγονε,

νικῶµεν [βασιλέα] Πτολεµαῖον ναυµαχίᾳ, καὶ Κύπρον

ἔχοµεν καὶ στρατιώτας αἰχµαλώτους µυρίους ἑξακισχιλί-

17.6.5

ους ὀκτακοσίους.” ὁ δ" Ἀντίγονος “καὶ σὺ νὴ Δία χαῖρε”

εἶπεν· “οὕτω δ" ἡµᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον

γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.”

18.1.1

Ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντί-

γονον καὶ Δηµήτριον βασιλέας. Ἀντίγονον µὲν οὖν εὐθὺς

ἀνέδησαν οἱ φίλοι, Δηµητρίῳ δ" ὁ πατὴρ ἔπεµψε διάδηµα

18.2.1

καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δ" ἐν Αἰ-

γύπτῳ τούτων ἀπαγγελλοµένων καὶ αὐτοὶ βασιλέα τὸν

18.3.1

ὑφίεσθαι διὰ τὴν ἧτταν. ἐπενείµατο δ" οὕτως τὸ πρᾶγµα τῷ

ζήλῳ τοὺς <ἄλλους> διαδόχους· καὶ γὰρ Λυσίµαχος ἤρξατο

φορεῖν διάδηµα, καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν,

ἐπεὶ τοῖς γε βαρβάροις <καὶ> πρότερον οὗτος ὡς βασιλεὺς

18.4.1

ἐχρηµάτιζε. Κάσσανδρος δέ, τῶν ἄλλων αὐτὸν βασιλέα

καὶ γραφόντων καὶ καλούντων, αὐτὸς ὥσπερ πρότερον

18.5.1

εἰώθει τὰς ἐπιστολὰς ἔγραφε. τοῦτο δ" οὐ προσθήκην

ὀνόµατος καὶ σχήµατος ἐξαλλαγὴν εἶχε µόνον, ἀλλὰ καὶ

τὰ φρονήµατα τῶν ἀνδρῶν ἐκίνησε καὶ τὰς γνώµας ἐπῆρε,

καὶ τοῖς βίοις καὶ ταῖς ὁµιλίαις αὐτῶν ὄγκον ἐνεποίησε

18.5.5

καὶ βαρύτητα, καθάπερ τραγικῶν ὑποκριτῶν ἅµα τῇ

σκευῇ συµµεταβαλόντων καὶ βάδισµα καὶ φωνὴν καὶ

18.6.1

κατάκλισιν καὶ προσαγόρευσιν. ἐκ δὲ τούτων ἐγίνοντο καὶ

περὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς πολλὰ παρέχουσαν

αὐτοὺς ἐλαφροτέρους καὶ µαλακωτέρους τοῖς ὑπηκόοις

18.7.1

πρότερον εἰρωνείαν τῆς ἐξουσίας ἀφελόντες. τοσοῦτον

ἴσχυσε κόλακος φωνὴ µία καὶ τοσαύτης ἐνέπλησε τὴν

οἰκουµένην µεταβολῆς.

19.1.1

Ἀντίγονος δὲ τοῖς πεπραγµένοις ὑπὸ Δηµητρίου

περὶ Κύπρον ἐπαρθείς, εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολε-

µαῖον, αὐτὸς µὲν ἄγων πεζῇ τὴν δύναµιν, Δηµητρίου δὲ

19.2.1

µεγάλῳ στόλῳ συµπαραπλέοντος. ὃν δὲ τρόπον ἤµελλε

κρίνεσθαι τὰ πράγµατα, Μήδιος Ἀντιγόνου φίλος ὄψιν

εἶδε κατὰ τοὺς ὕπνους. ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγω-

νίζεσθαι µετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον, εὐρώστως

19.2.5

καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ µικρὸν ἐνδιδόναι τὴν

δύναµιν αὐτῷ, καὶ τέλος ὡς ἔκαµψεν ἀσθενῆ γενόµενον

19.3.1

καὶ µεστὸν ἄσθµατος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τ" οὖν

ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δηµητρίου χει-

µῶνι µεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους

ἀλιµένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν

19.3.5

ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.

19.4.1

Ἦν δὲ τότε µικρὸν ἀπολείποντα γεγονὼς ἔτη τῶν

ὀγδοήκοντα· µεγέθει δὲ καὶ βαρύτητι σώµατος µᾶλλον ἢ

διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακό-

µιστος, ἐχρῆτο τῷ παιδί, καὶ δι" εὐτυχίαν καὶ δι" ἐµπει-

19.4.5

ρίαν ἤδη τὰ µέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ

19.5.1

πολυτελείας καὶ πότους αὐτοῦ µὴ βαρυνόµενος. εἰρήνης

γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα, καὶ σχολάζων ἐχρῆτο

πρὸς τὰς ἡδονὰς ἀνειµένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ

19.6.1

τοῖς πολέµοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. λέγεται δὲ

τῆς Λαµίας ἀναφανδὸν ἤδη κρατούσης τὸν Ἀντίγονον

ὑπὸ τοῦ Δηµητρίου καταφιλούµενον ἥκοντος ἀπὸ ξένης

εἰπεῖν ἅµα γελῶντα· “δοκεῖς Λάµιαν ὦ παῖ καταφιλεῖν.”

19.7.1

πάλιν δέ ποτε πλείονας ἡµέρας ἐν πότοις γενοµένου, καὶ

πρόφασιν λέγοντος ὡς ῥεῦµα διοχλήσειεν αὐτόν, “ἐπυθό-

µην,” φάναι τὸν Ἀντίγονον, “ἀλλὰ πότερον Θάσιον ἢ

19.8.1

Χῖον ἦν τὸ ῥεῦµα;” πυθόµενος δ" αὖθις ἀσθενῶς ἔχειν

αὐτὸν ἐβάδιζεν ὀψόµενος, καὶ τῶν καλῶν τινι περὶ θύρας

ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρ" αὐτὸν ἥψατο

τῆς χειρός· ἐκείνου δ" εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀπο-

19.8.5

κεχώρηκεν, “ἀµέλει παιδίον” ἔφη “καὶ ἐµοὶ νῦν περὶ

19.9.1

θύρας ἀπιὼν ἀπήντηκε.” ταῦτα δ" οὕτω πράως ἔφερε τοῦ

19.10.1

Δηµητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ µὲν γὰρ Σκύθαι

πίνοντες καὶ µεθυσκόµενοι παραψάλλουσι τὰς νευρὰς τῶν

τόξων, οἷον ἐκλυόµενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούµενοι

τὸν θυµόν, ἐκεῖνος δὲ τὰ µὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυ-

19.10.5

τόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα µετα-

χειριζόµενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέµου

παρασκευαῖς.

20.1.1

Ἀλλὰ καὶ παρασκευάσασθαι δύναµιν ἢ χρήσασθαι

βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα µὲν ἐκ περιουσίας

ὑπάρχειν βουλόµενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς

καὶ τὰ µηχανήµατα µεγαλουργίας καὶ καθ" ἡδονήν τινα

20.2.1

τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρη-

τικός, οὐκ εἰς παιδιὰς οὐδ" εἰς διαγωγὰς ἀχρήστους

ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες

20.3.1

καὶ ζωγραφοῦντες καὶ τορεύοντες. Ἀέροπος γὰρ ὁ Μακεδὼν

τραπέζια µικρὰ καὶ λυχνίδια τεκταινόµενος ὁπότε σχολάζοι

διῆγεν. Ἄτταλος δ" ὁ Φιλοµήτωρ ἐκήπευε τὰς φαρµακώ-

δεις βοτάνας, οὐ µόνον ὑοσκύαµον καὶ ἐλλέβορον, ἀλλὰ καὶ

20.3.5

κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασι-

λείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν

ἔργον πεποιηµένος εἰδέναι καὶ κοµίζεσθαι καθ" ὥραν.

20.4.1

οἱ δὲ Πάρθων βασιλεῖς ἐσεµνύνοντο τὰς ἀκίδας τῶν βελῶν

20.5.1

χαράττοντες αὐτοὶ καὶ παραθήγοντες. ἀλλὰ µὴν Δη-

µητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ µέγεθος ἡ

µέθοδος εἶχεν, ἅµα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔρ-

γων ὕψος τι διανοίας καὶ φρονήµατος συνεκφερόντων,

20.5.5

ὥστε µὴ µόνον γνώµης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς

20.6.1

ἄξια φαίνεσθαι βασιλικῆς. µεγέθει µὲν γὰρ ἐπέπληττε

καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεµίους ἔτερπε·

20.7.1

τοῦτο δ" ἔτι µᾶλλον ἀληθῶς ἢ κοµψῶς εἴρηται. καὶ τὰς

µὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις

ἐθαύµαζον ἑστῶτες οἱ πολέµιοι παρὰ τὴν γῆν αὐτῶν

πλεούσας, αἱ δ" ἑλεπόλεις ὡς θέαµα τοῖς πολιορκουµέ-

20.8.1

νοις ἦσαν, ὡς αὐτὰ τὰ πράγµατα µαρτυρεῖ. Λυσίµαχος

µὲν γάρ, ἔχθιστος ὢν Δηµητρίῳ τῶν βασιλέων καὶ

πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγµένος,

ἔπεµψε παρακαλῶν ἐπιδεῖξαι τὰς µηχανὰς αὐτῷ καὶ τὰς

20.9.1

ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυµάσας ἀπῆλθε. Ῥό-

διοι δὲ πολὺν χρόνον ὑπ" αὐτοῦ πολιορκηθέντες, ἐπεὶ

κατελύσαντο τὸν πόλεµον, ᾐτήσαντο τῶν µηχανῶν ἐνίας,

ὅπως ὑπόµνηµα τῆς ἐκείνου δυνάµεως ἅµα καὶ τῆς αὑ-

20.9.5

τῶν ἀνδραγαθίας ἔχωσιν.

21.1.1

Ἐπολέµησε δὲ Ῥοδίοις Πτολεµαίου συµµάχοις

οὖσι, καὶ τὴν µεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν,

ἧς ἕδρα µὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω

πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ

21.1.5

καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύ-

21.2.1

ουσα ταῖς ἄνω πλευραῖς στενοτέραν τῆς βάσεως. ἔνδο-

θεν µὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς,

τὸ δὲ πρὸς τοὺς πολεµίους αὐτῆς µέτωπον ἀνέῳκτο [καὶ]

καθ" ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε

21.2.5

βέλη παντοδαπά· µεστὴ γὰρ ἦν ἀνδρῶν µαχοµένων πᾶσαν

21.3.1

ἰδέαν µάχης. καὶ τὸ µὴ κραδαινόµενον αὐτῆς µηδὲ κλι-

νόµενον ἐν ταῖς κινήσεσιν, ἀλλ" ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσά-

λευτον ἰσορρόπως ἅµα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχω-

ροῦν θάµβος ἅµα τῇ ψυχῇ καὶ χάριν τινὰ τῇ ὄψει τῶν

21.4.1

θεωµένων παρεῖχε. πρὸς δὲ τοῦτον τὸν πόλεµον αὐτῷ

καὶ θώρακες ἐκοµίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, µνῶν

21.5.1

ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώµην

αὐτῶν ἐπιδεικνύµενος ὁ τεχνίτης Ζωίλος ἐκέλευσεν ἐξ

εἴκοσι βηµάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προς-

πεσόντος ἀρραγὴς διέµεινεν ὁ σίδηρος, ἀµυχὴν δὲ µόλις

21.6.1

ἔσχεν ἀµβλεῖαν οἷον ἀπὸ γραφείου. τοῦτον αὐτὸς ἐφόρει,

τὸν δ" ἕτερον Ἄλκιµος ὁ Ἠπειρώτης, ἀνὴρ πολεµικώτατος

τῶν σὺν αὐτῷ καὶ ῥωµαλεώτατος, ὃς µόνος ἐχρῆτο διτα-

λάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωµένων ταλαντιαίᾳ, καὶ

21.6.5

µαχόµενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.

22.1.1

Εὐρώστως δὲ τῶν Ῥοδίων ἀµυνοµένων, οὐδὲν ἄξιον

λόγου πράττων ὁ Δηµήτριος ὅµως ἐθυµοµάχει πρὸς

αὐτούς, ὅτι Φίλας τῆς γυναικὸς αὐτῷ γράµµατα καὶ

στρώµατα καὶ ἱµάτια πεµψάσης, λαβόντες τὸ πλοῖον

22.1.5

ὥσπερ εἶχε πρὸς Πτολεµαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθη-

22.2.1

ναίων οὐκ ἐµιµήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πο-

λεµοῦντος αὐτοῖς γραµµατοφόρους ἑλόντες, τὰς µὲν ἄλ-

λας ἀνέγνωσαν ἐπιστολάς, µόνην δὲ τὴν Ὀλυµπιάδος οὐκ

ἔλυσαν, ἀλλ" ὥσπερ ἦν κατασεσηµασµένη πρὸς ἐκεῖνον

22.2.5

ἀπέστειλαν.

22.3.1

Οὐ µὴν ἀλλὰ καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ

Δηµήτριος εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέµεινεν

22.4.1

ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος

Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν,

καὶ τὸν πίνακα µικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν

22.5.1

τινι τῶν προαστίων ἔλαβεν ὁ Δηµήτριος. πεµψάντων δὲ

κήρυκα τῶν Ῥοδίων καὶ δεοµένων φείσασθαι καὶ µὴ

διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς ἂν

εἰκόνας ἐµπρῆσαι µᾶλλον ἢ τέχνης πόνον τοσοῦτον. ἑπτὰ

22.5.5

γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης.

22.6.1

καί φησιν Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάµενος τὸ

ἔργον, ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δ" εἰπεῖν

ὅτι “µέγας ὁ πόνος καὶ θαυµαστὸν τὸ ἔργον”, οὐ µὴν

ἔχειν γε χάριτας δι" ἃς οὐρανοῦ ψαύειν τὰ ὑπ" αὐτοῦ

22.7.1

γραφόµενα. ταύτην µὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς

ἄλλαις συνωσθεῖσαν ἐν Ῥώµῃ τὸ πῦρ ἐπενείµατο.

22.8.1

Τῶν δὲ Ῥοδίων κατεξανισταµένων τοῦ πολέµου, δεό-

µενον προφάσεως τὸν Δηµήτριον Ἀθηναῖοι παραγενό-

µενοι διήλλαξαν ἐπὶ τῷ συµµαχεῖν Ῥοδίους Ἀντιγόνῳ

καὶ Δηµητρίῳ πλὴν ἐπὶ Πτολεµαῖον.

23.1.1

Ἐκάλουν δὲ τὸν Δηµήτριον οἱ Ἀθηναῖοι, Κας-

23.2.1

σάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας

τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ µό-

νον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσσανδρον, ἀλλὰ καὶ

φεύγοντα µέχρι Θερµοπυλῶν διώξας καὶ τρεψάµενος,

23.2.5

Ἡράκλειαν ἔλαβεν ἑκουσίως αὐτῷ προσθεµένην καὶ τῶν

Μακεδόνων ἑξακισχιλίους µεταβαλοµένους πρὸς αὐτόν.

23.3.1

ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ

Βοιωτοὺς ἐποιήσατο συµµάχους, καὶ Κεγχρέας εἷλε· καὶ

Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίσµατα τῆς Ἀττικῆς ὑπὸ

Κασσάνδρου φρουρούµενα, καταστρεψάµενος ἀπέδωκε

23.4.1

τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυµένοι πρότερον εἰς

αὐτὸν καὶ κατακεχρηµένοι πᾶσαν φιλοτιµίαν, ἐξεῦρον

ὅµως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις

23.5.1

φανῆναι. τὸν γὰρ ὀπισθόδοµον τοῦ Παρθενῶνος ἀπέδειξαν

αὐτῷ κατάλυσιν, κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγο-

µένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσµιον

23.6.1

ξένον οὐδ" ὡς παρθένῳ πράως ἐπισταθµεύοντα. καίτοι

τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόµενός ποθ" ὁ πατὴρ ἐν

οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς

ἐκεῖνον µὲν οὐδὲν ἐφθέγξατο, παρόντος δ" ἐκείνου τὸν

23.6.5

σταθµοδότην µεταπεµψάµενος “οὗτος” εἶπεν, “οὐκ

ἐξάξεις µου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;”

24.1.1

Δηµήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον εἰ δι"

ἄλλο µηδὲν ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι

(τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας

ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπό-

24.1.5

λεως, ὥστε δοκεῖν τότε µάλιστα καθαρεύειν τὸν τόπον, ὅτε

Χρυσίδι καὶ Λαµίᾳ καὶ Δηµοῖ καὶ Ἀντικύρᾳ ταῖς πόρ-

24.2.1

ναις ἐκείναις συνακολασταίνοι. τὰ µὲν οὖν ἄλλα σαφῶς

ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δηµο-

κλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι µὴ παρελθεῖν.

24.3.1

ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δη-

µήτριον ἔχων τῆς εὐµορφίας τὴν ἐπωνυµίαν κατήγορον·

24.4.1

ἐκαλεῖτο γὰρ Δηµοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρών-

των καὶ διδόντων καὶ φοβούντων ὑπ" οὐδενὸς ἡλίσκετο,

τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυµνάσιον εἴς

τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόµενος, ἐπιτηρήσας

24.5.1

τὸν καιρὸν ὁ Δηµήτριος ἐπεισῆλθεν αὐτῷ µόνῳ. καὶ ὁ

παῖς ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρηµίαν καὶ τὴν ἀνάγκην,

ἀφελὼν τὸ πῶµα τοῦ χαλκώµατος εἰς ζέον ὕδωρ ἐνήλατο

καὶ διέφθειρεν αὑτόν, ἀνάξια µὲν παθών, ἄξια δὲ τῆς

24.6.1

πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος

ὁ Κλεοµέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα

ταλάντων ἀφεθῆναι διαπραξάµενος, καὶ γράµµατα παρὰ

Δηµητρίου κοµίσας πρὸς τὸν δῆµον, οὐ µόνον ἑαυτὸν

24.7.1

κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε. τὸν µὲν γὰρ

Κλεοµέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισµα

µηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δηµητρίου κοµίζειν.

24.8.1

ἐπεὶ δ" ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε µετρίως, ἀλλ"

ἠγανάκτησε, δείσαντες αὖθις οὐ µόνον τὸ ψήφισµα

καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαµένων καὶ συνειπόντων

24.9.1

τοὺς µὲν ἀπέκτειναν, τοὺς δ" ἐφυγάδευσαν· ἔτι δὲ προσεψη-

φίσαντο, δεδόχθαι τῷ δήµῳ τῶν Ἀθηναίων, πᾶν ὅ τι ἂν

ὁ βασιλεὺς Δηµήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς

24.10.1

ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον. εἰπόντος δέ

τινος τῶν καλῶν κἀγαθῶν µαίνεσθαι τὸν Στρατοκλέα

τοιαῦτα γράφοντα, Δηµοχάρης ὁ Λευκονοεὺς “µαίνοιτο

24.11.1

µέντἂν” εἶπεν “εἰ µὴ µαίνοιτο”. πολλὰ γὰρ ὁ Στρατοκλῆς

ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δηµοχάρης ἐπὶ τούτῳ

24.12.1

διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι,

φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.

25.1.1

Δηµήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐ-

δενὸς ὑφισταµένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ

προϊεµένων τὰς πόλεις, προσηγάγετο τήν τε καλου-

µένην Ἀκτὴν καὶ Ἀρκαδίαν πλὴν Μαντινείας, καὶ Ἄρ-

25.1.5

γος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο, τάλαντα δοὺς

25.2.1

ἑκατὸν τοῖς φρουροῦσιν. ἐν Ἄργει µὲν οὖν τῆς τῶν

Ἡραίων ἑορτῆς καθηκούσης ἀγωνοθετῶν καὶ συµπανη-

γυρίζων τοῖς Ἕλλησιν, ἔγηµε τὴν Αἰακίδου θυγατέρα

τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηιδά-

25.3.1

µειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν

πόλιν, ἔπεισεν οὗ νῦν οἰκοῦσι µετοικίσασθαι· τῷ δὲ τόπῳ

καὶ τοὔνοµα τὴν πόλιν συµµεταβαλοῦσαν ἀντὶ Σικυῶνος

25.4.1

Δηµητριάδα προσηγόρευσεν. ἐν δ" Ἰσθµῷ κοινοῦ συνεδρίου

γενοµένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεµὼν

ἀνηγορεύθη τῆς Ἑλλάδος ὡς πρότερον οἱ περὶ Φίλιππον

25.5.1

καὶ Ἀλέξανδρον· ὧν ἐκεῖνος οὐ παρὰ µικρὸν ἐνόµιζεν

ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ

25.6.1

δυνάµει τῶν πραγµάτων ἐπαιρόµενος. Ἀλέξανδρος γοῦν

οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁµωνυµίας

οὐδ" ἑαυτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς

25.7.1

τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς· ἐκεῖνος

δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς

καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν

παρὰ πότον ἐπιχύσεις λαµβανόντων Δηµητρίου βασιλέως,

25.7.5

Σελεύκου δ" ἐλεφαντάρχου, Πτολεµαίου δὲ ναυάρχου,

Λυσιµάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικε-

25.8.1

λιώτου νησιάρχου. τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερο-

µένων, οἱ µὲν ἄλλοι [βασιλεῖς] κατεγέλων, Λυσίµαχος δ"

ἠγανάκτει µόνος εἰ σπάδοντα νοµίζει Δηµήτριος αὐτόν·

ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας.

25.9.1

ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίµαχος αὐτῷ, καὶ

λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαµίας ἔλεγε νῦν πρῶτον

ἑωρακέναι πόρνην προερχοµένην ἐκ τραγικῆς σκηνῆς·

ὁ δὲ Δηµήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν

25.9.5

εἶναι τῆς ἐκείνου Πηνελόπης.

26.1.1

Τότε δ" οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν,

ὅτι βούλεται παραγενόµενος εὐθὺς µυηθῆναι καὶ τὴν

τελετὴν ἅπασαν ἀπὸ τῶν µικρῶν ἄχρι τῶν ἐποπτικῶν

26.2.1

παραλαβεῖν. τοῦτο δ" οὐ θεµιτὸν ἦν οὐδὲ γεγονὸς πρό-

τερον, ἀλλὰ τὰ µικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ

δὲ µεγάλα τοῦ Βοηδροµιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστον

26.3.1

ἀπὸ τῶν µεγάλων ἐνιαυτὸν διαλείποντες. ἀναγνωσθέντων

δὲ τῶν γραµµάτων, µόνος ἐτόλµησεν ἀντειπεῖν Πυθόδωρος

ὁ δᾳδοῦχος, ἐπέρανε δ" οὐδέν· ἀλλὰ Στρατοκλέους γνώµην

εἰπόντος, Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαµένους

26.3.5

καλεῖν καὶ νοµίζειν, ἐτέλουν τῷ Δηµητρίῳ τὰ πρὸς

26.4.1

Ἄγραν· καὶ µετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος ὁ

Μουνυχιὼν γενόµενος Βοηδροµιὼν ἐδέξατο τὴν λοιπὴν

τελετήν, ἅµα καὶ τὴν ἐποπτείαν τοῦ Δηµητρίου προσεπι-

26.5.1

λαβόντος. διὸ καὶ Φιλιππίδης τὸν Στρατοκλέα λοιδορῶν

ἐποίησεν·

ὁ τὸν ἐνιαυτὸν συντεµὼν εἰς µῆν" ἕνα,

καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκηνώσεως·

26.5.5

ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών,

καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.

27.1.1

Πολλῶν δὲ γενοµένων ἐν τῇ πόλει τότε πληµµε-

ληµάτων καὶ παρανοµηµάτων ἐκεῖνο µάλιστα λέγεται

λυπῆσαι τοὺς Ἀθηναίους, ὅτι διακόσια καὶ πεντήκοντα

τάλαντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲν αὐτοῖς,

27.1.5

καὶ τῆς εἰσπράξεως συντόνου καὶ ἀπαραιτήτου γενοµένης,

ἰδὼν ἠθροισµένον τὸ ἀργύριον ἐκέλευσε Λαµίᾳ καὶ ταῖς

27.2.1

περὶ αὐτὴν ἑταίραις εἰς σµῆγµα δοθῆναι. ἡ γὰρ αἰσχύνη

τῆς ζηµίας καὶ τὸ ῥῆµα τοῦ πράγµατος µᾶλλον ἠνώχλησε

τοὺς ἀνθρώπους. ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις,

27.3.1

ὑπ" αὐτοῦ συµβῆναι λέγουσι. χωρὶς δὲ τούτων αὐτὴ καθ"

ἑαυτὴν ἡ Λάµια τῷ βασιλεῖ παρασκευάζουσα δεῖπνον

ἠργυρολόγησε πολλούς, καὶ τὸ δεῖπνον οὕτως ἤνθησε

τῇ δόξῃ διὰ τὴν πολυτέλειαν, ὥσθ" ὑπὸ Λυγκέως τοῦ

27.4.1

Σαµίου συγγεγράφθαι. διὸ καὶ τῶν κωµικῶν τις οὐ

φαύλως τὴν Λάµιαν Ἑλέπολιν ἀληθῶς προσεῖπε. Δηµο-

χάρης δ" ὁ Σόλιος τὸν Δηµήτριον αὐτὸν ἐκάλει Μῦθον·

27.5.1

εἶναι γὰρ αὐτῷ καὶ Λάµιαν. οὐ µόνον δὲ ταῖς γαµεταῖς,

ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δηµητρίου ζῆλον καὶ φθόνον

27.6.1

εὐηµεροῦσα καὶ στεργοµένη παρεῖχεν. ἀφίκοντο γοῦν

τινες παρ" αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίµαχον, οἷς

ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς µηροῖς καὶ

τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων, καὶ

27.6.5

διηγεῖτο τὴν γενοµένην αὐτῷ µάχην πρὸς τὸ θηρίον,

27.7.1

ὑπ" Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ

γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου

27.8.1

δήγµατα φέρειν ἐν τῷ τραχήλῳ, Λαµίας. ἦν δὲ θαυµαστόν,

ὅτι τῆς Φίλας ἐν ἀρχῇ τὸ µὴ καθ" ἡλικίαν δυσχεραίνων,

ἥττητο τῆς Λαµίας καὶ τοσοῦτον ἤρα χρόνον ἤδη παρ-

27.9.1

ηκµακυίας. Δηµὼ γοῦν ἡ ἐπικαλουµένη Μανία, παρὰ δεῖ-

πνον αὐλούσης τῆς Λαµίας καὶ τοῦ Δηµητρίου πυθοµέ-

27.10.1

νου “τί σοι δοκεῖ;” “γραῦς” εἶπεν “ὦ βασιλεῦ.” πάλιν

δὲ τραγηµάτων παρατεθέντων, κἀκείνου πρὸς αὐτὴν

εἰπόντος· “ὁρᾷς ὅσα µοι Λάµια πέµπει;” “πλείονα” ἔφη

“πεµφθήσεταί σοι παρὰ τῆς ἐµῆς µητρός, ἐὰν θέλῃς καὶ

27.11.1

µετ" αὐτῆς καθεύδειν.” ἀποµνηµονεύεται δὲ τῆς Λαµίας

καὶ πρὸς τὴν λεγοµένην Βοκχώρεως κρίσιν ἀντίρρησις.

27.12.1

ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος

ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας

αὐτῇ συγγενέσθαι τῆς ἐπιθυµίας ἐπαύσατο, δίκην ἔλαχεν

27.13.1

ἡ Θῶνις αὐτῷ τοῦ µισθώµατος. ἀκούσας δὲ τὸν λόγον

ὁ Βόκχωρις ἐκέλευσε τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον

ἠριθµηµένον ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κἀκεῖσε τῇ

χειρί, τὴν δ" ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν δόξαν

27.14.1

τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκ ᾤετο ταύτην εἶναι τὴν

κρίσιν ἡ Λάµια δικαίαν· οὐ γὰρ ἀπέλυσεν ἡ σκιὰ τῆς

ἐπιθυµίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δ" ὄναρ ἔπαυσεν

ἐρῶντα τὸν νεανίσκον. ταῦτα µὲν οὖν περὶ Λαµίας.

28.1.1

Τὴν δὲ διήγησιν ὥσπερ ἐκ κωµικῆς σκηνῆς πάλιν

εἰς τραγικὴν µετάγουσιν αἱ τύχαι καὶ αἱ πράξεις τοῦ

28.2.1

ἀνδρὸς ὃν διηγούµεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάν-

των συνισταµένων ἐπὶ τὸν Ἀντίγονον καὶ συµφερόντων

εἰς ταὐτὸ τὰς δυνάµεις, ἀπῆρεν ὁ Δηµήτριος ἐκ τῆς Ἑλλά-

δος, καὶ τῷ πατρὶ συµµείξας φιλοτιµουµένῳ παρ" ἡλικίαν

28.3.1

πρὸς τὸν πόλεµον, ἔτι µᾶλλον αὐτὸς ἐπερρώσθη. καίτοι

δοκεῖ γ" Ἀντίγονος, εἰ µικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν

φιλαρχίας ἐχάλασε, µέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι

28.4.1

κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι. φύσει δὲ βαρὺς ὢν

καὶ ὑπερόπτης καὶ τοῖς λόγοις οὐχ ἧττον ἢ τοῖς πράγµασι

τραχύς, πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδρας ἐξηγρίαινε

28.5.1

καὶ παρώξυνε· καὶ τήν γε τότε σύστασιν καὶ κοινωνίαν

αὐτῶν ἔλεγεν ὥσπερ ὀρνίθων σπερµολόγων συνδροµὴν

28.6.1

ἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν. ἦγε δὲ πεζοὺς µὲν

ἑπτακισµυρίων πλείους, ἱππεῖς δὲ µυρίους, ἐλέφαντας

δ" ἑβδοµήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς

µὲν ἑξακισµυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεν-

28.6.5

τακοσίοις τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρα-

28.7.1

κοσίους, ἅρµατα δ" ἑκατὸν εἴκοσι. γενοµένῳ δ" ἐγγὺς

αὐτῶν τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος µᾶλλον ἢ τῆς

28.8.1

γνώµης. ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς

ἀγῶσι, καὶ χρώµενος φωνῇ τε µεγάλῃ καὶ λόγοις σοβα-

ροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν

τῶν πολεµίων ἐν χερσὶν ὄντων ἐπιδειξάµενος εὐστάθειαν

28.8.5

καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς

τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε

28.9.1

διάδοχον. ὃ δὲ µάλιστα πάντες ἐθαύµασαν, ἐν τῇ σκηνῇ

µόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισµένος ἔχειν οὐδὲ

πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλ" ἴδιος ὢν

γνώµῃ, εἶτα προστάττων φανερῶς καὶ χρώµενος οἷς βου-

28.10.1

λεύσαιτο καθ" ἑαυτόν. λέγεται γοῦν µειράκιον ἔτι ὄντα

τὸν Δηµήτριον αὐτοῦ πυθέσθαι, πότε µέλλουσιν ἀνα-

ζευγνύειν· τὸν δ" εἰπεῖν πρὸς ὀργήν· “ἀγωνιᾷς µὴ µόνος

σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;”

29.1.1

Τότε µέντοι καὶ σηµεῖα µοχθηρὰ κατεδουλοῦτο τὴν

29.2.1

γνώµην αὐτῶν. Δηµήτριος µὲν γὰρ ἔδοξε κατὰ τοὺς

ὕπνους Ἀλέξανδρον ὡπλισµένον λαµπρῶς ἐρωτᾶν, ὁποῖόν

τι σύνθηµα διδόναι πρὸς τὴν µάχην µέλλουσιν· αὐτοῦ δὲ

φήσαντος “Δία καὶ Νίκην”, “ἄπειµι τοίνυν” φάναι “πρὸς

29.2.5

τοὺς ἐναντίους· ἐκεῖνοι γάρ µε παραλαµβάνουσιν.”

29.3.1

Ἀντίγονος δὲ παραταττοµένης ἤδη τῆς φάλαγγος ἐξιὼν

προσέπταισεν, ὥστε πεσεῖν ὅλος ἐπὶ στόµα καὶ διατεθῆναι

χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν

οὐρανόν, ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναί-

29.4.1

σθητον πρὸ τῆς ἥττης. γενοµένης δὲ τῆς µάχης ἐν χερσί,

Δηµήτριος ἔχων τοὺς πλείστους καὶ κρατίστους τῶν ἱπ-

πέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπεσε, καὶ µέχρι τροπῆς

τῶν πολεµίων λαµπρῶς ἀγωνισάµενος, ἐν τῇ διώξει σο-

29.4.5

βαρᾷ καὶ φιλοτίµῳ παρὰ καιρὸν γενοµένῃ τὴν νίκην

29.5.1

διέφθειρεν. αὐτὸς µὲν γὰρ οὐκ ἔσχε πάλιν ἀναστρέψας

συµµεῖξαι τοῖς πεζοῖς, τῶν ἐλεφάντων ἐν µέσῳ γενοµένων,

τὴν δὲ φάλαγγα γυµνὴν ἱππέων κατιδόντες οἱ περὶ Σέ-

λευκον οὐκ ἐνέβαλον µέν, ὡς δ" ἐµβαλοῦντες ἐφόβουν

29.6.1

καὶ περιήλαυνον, µεταβάλλεσθαι διδόντες αὐτοῖς. ὃ καὶ

συνέβη· πολὺ γὰρ µέρος ἀπορραγὲν ἑκουσίως µετεχώρησε

29.7.1

πρὸς ἐκείνους, τὸ δὲ λοιπὸν ἐτράπη. φεροµένων δὲ πολ-

λῶν ἐπὶ τὸν Ἀντίγονον, καί τινος τῶν περὶ αὐτὸν εἰπόν-

τος· “ἐπὶ σὲ οὗτοι βασιλεῦ” “τίνα γάρ” εἶπε “<πλὴν>

ἐµοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ Δηµήτριος ἀφίξεται βοηθῶν.”

29.8.1

καὶ τοῦτο µέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸν υἱόν,

ἅµα πολλῶν ἀκοντισµάτων εἰς αὐτὸν ἀφεθέντων ἔπεσε,

καὶ τῶν ἄλλων ἀπολιπόντων ὀπαδῶν καὶ φίλων µόνος

παρέµεινε τῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος.

30.1.1

Οὕτω δὲ κριθείσης τῆς µάχης, οἱ µὲν νενικηκότες

βασιλεῖς τὴν ὑπ" Ἀντιγόνῳ καὶ Δηµητρίῳ πᾶσαν ἀρχὴν

ὥσπερ µέγα σῶµα κατακόπτοντες ἐλάµβανον µερίδας, καὶ

προσδιενείµαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ

30.2.1

πρότερον. Δηµήτριος δὲ µετὰ πεντακισχιλίων πεζῶν καὶ

τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς

Ἔφεσον, οἰοµένων ἁπάντων ἀποροῦντα χρηµάτων αὐτὸν

οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, φοβηθεὶς τοὺς στρατιώτας µὴ

30.2.5

τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων καὶ τὸν πλοῦν ἐπὶ

τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις

30.3.1

ἔχων τὰς µεγίστας. καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήµατα

καὶ γυναῖκα Δηιδάµειαν ἐτύγχανε καταλελοιπώς, καὶ

βεβαιοτέραν οὐκ ἐνόµιζε καταφυγὴν εἶναι τοῖς πράγµασι

30.4.1

τῆς Ἀθηναίων εὐνοίας. ὅθεν ἐπεὶ γενοµένῳ περὶ τὰς

Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν, ἀπέχε-

σθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισµένου τοῦ

δήµου µηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ

30.4.5

Δηιδάµειαν εἰς Μέγαρα ἐξέπεµψαν µετὰ τιµῆς καὶ ποµ-

πῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δι" ὀργὴν [αὐ-

τοῦ], καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ

γεγονὼς ἐν τοιαύτῃ µεταβολῇ πραγµάτων οὐ ταπεινὸς

30.5.1

οὐδ" ἀγεννής. ἀλλὰ τὸ παρ" ἐλπίδα διεψεῦσθαι τῶν Ἀθη-

ναίων, καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγ-

µασι κενὴν καὶ πεπλασµένην οὖσαν, ὀδυνηρὸν ἦν αὐτῷ.

30.6.1

τὸ γὰρ φαυλότατον ὡς ἔοικεν εὐνοίας ὄχλων βασιλεῦσι

καὶ δυνάσταις τεκµήριόν ἐστιν ὑπερβολὴ τιµῶν, ἧς ἐν

τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφ-

αιρεῖ τὴν πίστιν ὁ φόβος· τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφί-

30.7.1

ζονται καὶ φιλοῦντες. διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς

ἀνδριάντας οὐδὲ γραφὰς οὐδ" ἀποθεώσεις, ἀλλὰ µᾶλλον

εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες,

ἢ πιστεύουσιν ὡς τιµαῖς, ἢ ἀπιστοῦσιν ὡς ἀνάγκαις·

30.8.1

ὡς οἵ γε δῆµοι πολλάκις ἐν αὐταῖς µάλιστα ταῖς τιµαῖς

µισοῦσι τοὺς ἀµέτρως καὶ ὑπερόγκως καὶ παρ" ἀκόντων

λαµβάνοντας.

31.1.1

Ὁ γοῦν Δηµήτριος τότε δεινὰ µὲν ἡγούµενος

πάσχειν, ἀδύνατος δ" ὢν ἀµύνασθαι, προσέπεµψε τοῖς

Ἀθηναίοις ἐγκαλῶν µετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν,

31.2.1

ἐν αἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κοµισάµενος δὲ παρ-

έπλευσεν εἰς Ἰσθµόν, καὶ τῶν πραγµάτων αὐτῷ κακῶς

ἐχόντων – ἐξέπιπτον γὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ

πάντα µεθίστατο πρὸς τοὺς πολεµίους – , ἀπολιπὼν ἐπὶ

31.2.5

τῆς Ἑλλάδος Πύρρον, αὐτὸς ἄρας ἐπὶ τὴν Χερρόνησον

31.3.1

ἔπλευσε, καὶ κακῶς ἅµα ποιῶν Λυσίµαχον, ὠφέλει καὶ

συνεῖχε τὴν περὶ αὑτὸν δύναµιν, ἀρχοµένην ἀναλαµβάνειν

31.4.1

καὶ γίνεσθαι πάλιν οὐκ εὐκαταφρόνητον. ὁ δὲ Λυσίµαχος

ὑπὸ τῶν ἄλλων βασιλέων ἠµελεῖτο, µηδὲν ἐπιεικέστερος

ἐκείνου δοκῶν εἶναι, τῷ <δὲ> µᾶλλον ἰσχύειν καὶ φοβερώ-

τερος.

31.5.1

Οὐ πολλῷ δ" ὕστερον Σέλευκος ἐµνᾶτο πέµπων τὴν

Δηµητρίου καὶ Φίλας θυγατέρα Στρατονίκην, ἔχων µὲν

ἐξ Ἀπάµας τῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόµενος δὲ τὰ

πράγµατα καὶ διαδόχοις ἀρκεῖν πλείοσι καὶ δεῖσθαι τῆς

31.5.5

πρὸς ἐκεῖνον οἰκειότητος, ἐπεὶ καὶ Λυσίµαχον ἑώρα τῶν

Πτολεµαίου θυγατέρων τὴν µὲν ἑαυτῷ, τὴν δ" Ἀγαθοκλεῖ

31.6.1

τῷ υἱῷ λαµβάνοντα. Δηµητρίῳ δ" ἦν ἀνέλπιστος εὐτυχία

κηδεῦσαι Σελεύκῳ, καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς

ναυσὶ πάσαις εἰς Συρίαν, τῇ τ" ἄλλῃ γῇ προσέχων ἀναγ-

καίως καὶ τῆς Κιλικίας ἁπτόµενος, ἣν Πλείσταρχος εἶχε,

31.6.5

µετὰ τὴν πρὸς Ἀντίγονον µάχην ἐξαίρετον αὐτῷ δοθεῖ-

σαν ὑπὸ τῶν βασιλέων· ἦν δὲ Κασσάνδρου Πλείσταρχος

31.7.1

ἀδελφός. ἀδικεῖσθαι δὲ τὴν χώραν αὑτοῦ νοµίζων ὑπὸ

Δηµητρίου κατὰ τὰς ἀποβάσεις καὶ µέµψασθαι βουλό-

µενος τὸν Σέλευκον, ὅτι τῷ κοινῷ διαλλάττεται πολεµίῳ

δίχα τῶν ἄλλων βασιλέων, ἀνέβη πρὸς αὐτόν.

32.1.1

Αἰσθόµενος δὲ τοῦτο Δηµήτριος ὥρµησεν ἀπὸ

θαλάσσης ἐπὶ Κυΐνδων, καὶ τῶν χρηµάτων εὑρὼν ἔτι

λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάµενος

32.2.1

καὶ φθάσας ἐµβαλέσθαι διὰ ταχέων ἀνήχθη. καὶ παρούσης

ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε

Σέλευκος, καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον

καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον µὲν Σέλευκος ἑστιάσας

32.2.5

ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δηµήτριον, αὖθις δὲ

32.3.1

Δηµήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάµενος. ἦσαν

δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιηµερεύσεις

ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονί-

κην ἀναλαβὼν λαµπρῶς εἰς Ἀντιόχειαν ἀνέβη.

32.4.1

Δηµήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυ-

ναῖκα πρὸς Κάσσανδρον ἔπεµψε τὸν ἀδελφόν, ἀπολυσο-

32.5.1

µένην τὰς Πλειστάρχου κατηγορίας. ἐν δὲ τούτῳ Δηι-

δάµεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ

συγγενοµένη χρόνον οὐ πολύν, ἐξ ἀρρωστίας τινὸς

32.6.1

ἐτελεύτησε. γενοµένης δ" <αὐτῷ> πρὸς Πτολεµαῖον διὰ

Σελεύκου φιλίας [αὐτῷ], ὡµολογήθη Πτολεµαΐδα τὴν

32.7.1

Πτολεµαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα. καὶ ταῦτα

µὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλικίαν δ" ἀξιῶν χρήµατα

λαβόντα παραδοῦναι Δηµήτριον, ὡς <δ"> οὐκ ἔπειθε

Σιδῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργήν, ἐδόκει βίαιος

32.7.5

εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴν ἀπ" Ἰνδῶν ἄχρι τῆς κατὰ

Συρίαν θαλάσσης ἅπασαν ὑφ" αὑτῷ πεποιηµένος, οὕτως

ἐνδεής ἐστιν ἔτι πραγµάτων καὶ πτωχός, ὡς ὑπὲρ δυεῖν

πόλεων ἄνδρα κηδεστὴν καὶ µεταβολῇ τύχης κεχρηµένον

32.8.1

ἐλαύνειν, λαµπρὰν τῷ Πλάτωνι µαρτυρίαν διδούς, δια-

κελευοµένῳ (leg. 5, 736e) µὴ τὴν οὐσίαν πλείω, τὴν δ"

ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόµενον ὡς ἀληθῶς

εἶναι πλούσιον, ὡς ὅ γε µὴ παύων φιλοπλουτίαν [οὗτος]

32.8.5

οὔτε πενίας οὔτ" ἀπορίας ἀπήλλακται.

33.1.1

Οὐ µὴν ὑπέπτηξε Δηµήτριος, ἀλλὰ φήσας οὐδ"

ἂν µυρίας ἡττηθῇ µάχας ἄλλας ἐν Ἴψῳ γαµβρὸν ἀγα-

πήσειν ἐπὶ µισθῷ Σέλευκον, τὰς µὲν πόλεις ἐκρατύνατο

φρουραῖς, αὐτὸς δὲ πυθόµενος Λαχάρη στασιάζουσιν

33.1.5

Ἀθηναίοις ἐπιθέµενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφα-

33.2.1

νεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ µὲν πέλαγος ἀσφαλῶς

διεπεραιώθη µεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν

παραπλέων ἐχειµάσθη, καὶ τὰς πλείστας ἀπέβαλε τῶν

νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον.

33.3.1

αὐτὸς δὲ σωθεὶς ἥψατο µέν τινος πολέµου πρὸς τοὺς

Ἀθηναίους, ὡς δ" οὐδὲν ἐπέραινε, πέµψας ναυτικὸν αὖθις

ἀθροίσοντας, αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ

33.4.1

Μεσσήνην ἐπολιόρκει. καὶ προσµαχόµενος τοῖς τείχεσιν

ἐκινδύνευσε, καταπελτικοῦ βέλους εἰς τὸ πρόσωπον

33.5.1

αὐτῷ καὶ τὸ στόµα διὰ τῆς σιαγόνος ἐµπεσόντος. ἀνα-

ληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόµενος,

πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος

καὶ Ῥαµνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν

33.5.5

ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις, ἐκρέµασε

τὸν ἔµπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων

ἀποτρεποµένων διὰ φόβον σύντονον λιµὸν ἐν ἄστει

33.6.1

γενέσθαι, πρὸς δὲ τῷ λιµῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν

γοῦν µέδιµνον ὠνοῦντο τετταράκοντα δραχµῶν, ὁ δὲ τῶν

33.7.1

πυρῶν [µόδιος] ὤνιος ἦν τριακοσίων. µικρὰν δὲ τοῖς

Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες

φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεµψεν ἐπικούρους αὐτοῖς

33.8.1

Πτολεµαῖος. εἶτα Δηµητρίῳ πολλῶν µὲν ἐκ Πελοποννήσου,

πολλῶν δ" ἀπὸ Κύπρου νεῶν παραγενοµένων, ὥστε

συµπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ

Πτολεµαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέµενος

33.8.5

τὴν πόλιν.

34.1.1

Οἱ δ" Ἀθηναῖοι, καίπερ ψηφισάµενοι θάνατον εἰ

µνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δηµήτριον,

εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεµπον,

οὐδὲν µὲν ἀπ" ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζο-

34.2.1

µένης δὲ τῆς ἀπορίας· ἐν ᾗ δυσχερῶν πολλῶν συµπεσόντων

λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν

οἰκήµατι καθέζεσθαι τὰ καθ" ἑαυτοὺς ἀπεγνωκότας, ἐκ

δὲ τῆς ὀροφῆς µῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δ" ὡς εἶδον

34.3.1

ἀναπηδήσαντας ἀµφοτέρους διαµάχεσθαι περὶ αὐτοῦ. τότε

καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς

συνήθεις κυάµους πρὸς ἀριθµὸν µετ" αὐτῶν διανεµόµενον.

34.4.1

οὕτως οὖν τῆς πόλεως ἐχούσης, εἰσελθὼν ὁ Δηµήτριος καὶ

κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις µὲν

συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλα-

βεν, αὐτὸς δὲ καταβὰς ὥσπερ οἱ τραγῳδοὶ διὰ τῶν ἄνω

34.4.5

παρόδων, ἔτι µᾶλλον ἐκπεπληγµένων τῶν Ἀθηναίων, τὴν

34.5.1

ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν. καὶ

γὰρ τόνου φωνῆς καὶ ῥηµάτων πικρίας φεισάµενος,

ἐλαφρῶς δὲ καὶ φιλικῶς µεµψάµενος αὐτοῖς διηλλάσσετο,

καὶ δέκα µυριάδας σίτου µεδίµνων ἐπέδωκε, καὶ κατέστη-

34.6.1

σεν ἀρχὰς αἳ µάλιστα τῷ δήµῳ προσφιλεῖς ἦσαν. συνιδὼν

δὲ Δροµοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆµον ἔν τε

φωναῖς ὄντα παντοδαπαῖς καὶ τοὺς ἀπὸ τοῦ βήµατος

ἐπαίνους τῶν δηµαγωγῶν ἁµιλλώµενον ὑπερβαλέσθαι,

34.6.5

γνώµην ἔγραψε Δηµητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παρα-

34.7.1

δοθῆναι καὶ τὴν Μουνυχίαν. ἐπιψηφισθέντων δὲ τούτων

ὁ Δηµήτριος αὐτὸς ἐφ" ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ

Μουσεῖον, ὡς µὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆµον ἀσχολίας

αὐτῷ πραγµάτων ἑτέρων παρασχεῖν.

35.1.1

Ἐχοµένων δὲ τῶν Ἀθηνῶν, εὐθὺς ἐπεβούλευε τῇ

Λακεδαίµονι, καὶ περὶ Μαντίνειαν Ἀρχιδάµου τοῦ βασι-

35.2.1

εἰς τὴν Λακωνικὴν ἐνέβαλε, καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ

πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας

διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει, µέχρι τῶν

χρόνων ἐκείνων ἀνάλωτον οὖσαν.

35.3.1

Ἀλλ" ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτως

τροπὰς λαβεῖν µεγάλας καὶ ταχείας, οὐδ" ἐν ἑτέροις πράγ-

µασι τοσαυτάκις µικρὰ καὶ πάλιν µεγάλη, καὶ ταπεινὴ

µὲν ἐκ λαµπρᾶς, ἰσχυρὰ δ" αὖθις ἐκ φαύλης γενέσθαι.

35.4.1

διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι µεταβολαῖς πρὸς τὴν

Τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον (fr. 259 N.29)

σύ τοί µε φυσᾷς, σύ µε καταίθειν µοι δοκεῖς.

35.5.1

καὶ γὰρ τότε τῶν πραγµάτων οὕτως εὐπόρως αὐτῷ πρὸς

ἀρχὴν καὶ δύναµιν ἐπιδιδόντων, ἀγγέλλεται Λυσίµαχος

µὲν πρῶτος ἀφῃρηµένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον

δὲ Πτολεµαῖος ᾑρηκὼς ἄνευ µιᾶς πόλεως Σαλαµῖνος, ἐν

35.5.5

δὲ Σαλαµῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν µητέρα

35.6.1

κατειληµµένους. οὐ µὴν ἀλλὰ καὶ ἡ Τύχη, καθάπερ ἡ παρ"

Ἀρχιλόχῳ γυνὴ

τῇ µὲν ὕδωρ ἐφόρει

δολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ,

35.6.5

δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλµασιν ἀποστήσασα

τῆς Λακεδαίµονος, εὐθὺς ἑτέρας πραγµάτων καινῶν καὶ

µεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.

36.1.1

Ἐπεὶ Κασσάνδρου τελευτήσαντος ὁ πρεσβύτατος

αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύ-

σας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους

ἐστασίαζον, θατέρου δ" αὐτῶν Ἀντιπάτρου τὴν µητέρα

36.1.5

Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ

µὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δηµήτριον.

36.2.1

ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ µέρος Μακεδονίας

ἀποτεµόµενος τῆς βοηθείας µισθόν, φοβερὸς µὲν ἦν ἤδη

36.3.1

παροικῶν Ἀλεξάνδρῳ· Δηµητρίου δ" ὡς ἐδέξατο τὰ γράµ-

µατα µετὰ τῆς δυνάµεως προσιόντος, ἔτι µᾶλλον ὁ νεα-

νίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωµα καὶ τὴν δόξαν,

ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόµενος µὲν καὶ φιλο-

36.3.5

φρονούµενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι

36.4.1

τὰ πράγµατα παρουσίας. ἦσαν οὖν ἐκ τούτων ὑποψίαι

πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δηµητρίῳ πρὸς

δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκληµένῳ µηνύει τις

ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ µελλόντων αὐτὸν ἀνελεῖν.

36.5.1

ὁ δὲ µηδὲν διαταραχθείς, ἀλλὰ µικρὸν ὑφεὶς τῆς πορείας

ἐκέλευσε τοὺς µὲν ἡγεµόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν

ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας ὅσοι περὶ αὐτὸν ἦσαν –

ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου – συνεισελθεῖν εἰς

36.6.1

τὸν ἀνδρῶνα καὶ παραµένειν ἄχρι ἂν ἐξαναστῇ. τοῦτο δεί-

σαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλµησαν ἐπιχειρῆ-

σαι· καὶ ὁ µὲν Δηµήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶµα ποτι-

36.7.1

κῶς σκηψάµενος, διὰ ταχέων ἀπῆλθε. τῇ δ" ὑστεραίᾳ περὶ

ἀναζυγὴν εἶχε, πράγµατα νεώτερα προσπεπτωκέναι φά-

µενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώµην ἔχειν τὸν Ἀλέξ-

ανδρον εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ µᾶλλον

36.8.1

ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος ὡς οὐ πρὸς

ἔχθραν, ἀλλ" ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ,

36.9.1

καὶ προέπεµπεν ἄχρι Θετταλίας. ἐπεὶ δ" εἰς Λάρισσαν

ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβου-

λεύοντες· ὃ δὴ µάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον

36.10.1

ἐποίησε τῷ Δηµητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς µὴ

κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε, † δρᾶν

µέλλοντος αὐτοῦ µὴ διαφυγεῖν ἐκεῖνον †, ὃ ἐµηχανᾶτο.

36.11.1

κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δηµήτριον. ὡς δ"

ἐκεῖνος ἐξανέστη µεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος

συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας

36.12.1

συνηκολούθει. γενόµενος οὖν ὁ Δηµήτριος πρὸς ταῖς

θύραις καὶ κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο µόνον

εἰπών· “κόπτε τὸν ἑπόµενον”, αὐτὸς µὲν ὑπεξῆλθεν, ὁ δ"

Ἀλέξανδρος ὑπ" ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ

36.12.5

προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόµενον εἰπεῖν, ὡς

ἡµέρᾳ µιᾷ φθάσειεν αὐτοὺς ὁ Δηµήτριος.

37.1.1

Ἡ µὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅµα δ"

ἡµέρᾳ ταραττοµένοις τοῖς Μακεδόσι καὶ φοβουµένοις τὴν

τοῦ Δηµητρίου δύναµιν, ὡς ἐπῄει µὲν οὐδεὶς φοβερός, ὁ

δὲ Δηµήτριος ἔπεµπε βουλόµενος ἐντυχεῖν καὶ περὶ τῶν

37.1.5

πεπραγµένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχε-

37.2.1

σθαι φιλανθρώπως αὐτόν. ὡς δ" ἦλθεν, οὐ µακρῶν ἐδέησεν

αὐτῷ λόγων, ἀλλὰ τῷ µισεῖν µὲν τὸν Ἀντίπατρον φονέα

µητρὸς ὄντα, βελτίονος δ" ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσαν

βασιλέα Μακεδόνων καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς

37.3.1

Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος

ἡ µεταβολή, µεµνηµένοις ἀεὶ καὶ µισοῦσιν ἃ Κάσσανδρος

37.4.1

εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόµησεν. εἰ δέ τις ἔτι

µνήµη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ µετριότητος ὑπελεί-

πετο, καὶ ταύτην Δηµήτριος ἐκαρποῦτο, Φίλᾳ συνοικῶν

καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε

37.4.5

µειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόµενον.

38.1.1

Οὕτω δὲ λαµπρᾷ κεχρηµένος εὐτυχίᾳ, πυνθάνεται

µὲν περὶ τῶν τέκνων καὶ τῆς µητρὸς ὡς µεθεῖνται, δῶρα

καὶ τιµὰς Πτολεµαίου προσθέντος αὐτοῖς, πυνθάνεται

δὲ περὶ τῆς Σελεύκῳ γαµηθείσης θυγατρός, ὡς Ἀντιόχῳ

38.1.5

τῷ Σελεύκου συνοικεῖ καὶ βασίλισσα τῶν ἄνω βαρβάρων

38.2.1

ἀνηγόρευται. συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρα-

σθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον

ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ

ποιεῖν τῷ πάθει διαµαχόµενον, τέλος δ" ἑαυτοῦ κατα-

38.2.5

γνόντα δεινῶν µὲν ἐπιθυµεῖν, ἀνήκεστα δὲ νοσεῖν, κε-

κρατῆσθαι δὲ τῷ λογισµῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου

ζητεῖν καὶ παραλύειν ἀτρέµα καὶ θεραπείας ἀµελείᾳ καὶ

τροφῆς ἀποχῇ τὸ σῶµα, νοσεῖν τινα νόσον σκηπτόµενον.

38.3.1

Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι µὲν οὐ χαλεπῶς

ἐρῶντος αὐτοῦ, τὸ δ" οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξ-

ανευρεῖν βουλόµενον ἀεὶ µὲν ἐν τῷ δωµατίῳ διηµερεύειν, εἰ

δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ µειρακίων ἢ γυναικῶν, ἐγκαθ-

38.3.5

ορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συµπάσχειν

µάλιστα τῇ ψυχῇ τρεποµένῃ πεφυκότα µέρη καὶ κινή-

38.4.1

µατα τοῦ σώµατος ἐπισκοπεῖν. ὡς οὖν τῶν µὲν ἄλλων εἰς-

ιόντων ὁµοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθ" ἑαυτὴν

καὶ µετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ

τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα,

38.4.5

φωνῆς ἐπίσχεσις, ἐρύθηµα πυρῶδες, ὄψεων ὑπολείψεις,

ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγµοῖς, τέλος

δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττηµένης ἀπορία καὶ θάµβος

38.5.1

καὶ ὠχρίασις, ἐπὶ τούτοις προσλογιζόµενον τὸν Ἐρασίστρα-

τον κατὰ τὸ εἰκός, ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς

ἐνεκαρτέρει τῷ σιωπᾶν µέχρι θανάτου, χαλεπὸν µὲν

ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ µὴν ἀλλὰ

38.5.5

πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρα-

κινδυνεῦσαί ποτε καὶ εἰπεῖν, ὡς ἔρως µὲν εἴη τοῦ νεα-

38.6.1

νίσκου τὸ πάθος, ἔρως δ" ἀδύνατος καὶ ἀνίατος. ἐκπλα-

γέντος δ" ἐκείνου καὶ πυθοµένου πῶς ἀνίατος, “ὅτι νὴ

Δία” φάναι τὸν Ἐρασίστρατον “ἐρᾷ τῆς ἐµῆς γυναικός.”

38.7.1

“εἶτ" οὐκ ἄν” εἰπεῖν τὸν Σέλευκον “ἐπιδοίης Ἐρασίστρατε

τῷ ἐµῷ παιδὶ φίλος ὢν τὸν γάµον, καὶ ταῦθ" ὁρῶν ἡµᾶς

ἐπὶ τούτῳ µόνῳ σαλεύοντας;” “οὐδὲ γὰρ ἂν σύ” φάναι

“τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος

38.8.1

ἐπεθύµησε.” καὶ τὸν Σέλευκον “εἴθε γὰρ ἑταῖρε” εἰπεῖν

“ταχὺ µεταστρέψαι τις ἐπὶ ταῦτα καὶ µεταβάλοι θεῶν ἢ

ἀνθρώπων τὸ πάθος· ὡς ἐµοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι

38.9.1

καλὸν Ἀντιόχου περιεχοµένῳ.” ταῦτ" ἐµπαθῶς σφόδρα

τοῦ Σελεύκου καὶ µετὰ πολλῶν δακρύων λέγοντος, ἐµ-

βαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν, ὡς

οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ καὶ ἀνὴρ

38.9.5

ὢν καὶ βασιλεὺς αὐτὸς ἅµα καὶ ἰατρὸς εἴη τῆς οἰκίας

38.10.1

ἄριστος. ἐκ τούτου τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσαντα

πάνδηµον εἰπεῖν, ὅτι βούλεται καὶ διέγνωκε τῶν ἄνω

πάντων τόπων Ἀντίοχον ἀποδεῖξαι βασιλέα καὶ Στρατο-

38.11.1

νίκην βασιλίδα, ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν

µὲν υἱὸν εἰθισµένον ἅπαντα πείθεσθαι καὶ κατήκοον

ὄντα µηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸν γάµον· εἰ δ" ἡ γυνὴ

τῷ µὴ νενοµισµένῳ δυσκολαίνοι, παρακαλεῖν τοὺς φίλους,

38.11.5

ὅπως διδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δίκαια τὰ

38.12.1

δοκοῦντα βασιλεῖ µετὰ τοῦ συµφέροντος ἡγεῖσθαι. τὸν

µὲν οὖν Ἀντιόχου καὶ Στρατονίκης γάµον ἐκ τοιαύτης

γενέσθαι προφάσεως λέγουσι.

39.1.1

Δηµήτριος δὲ µετὰ Μακεδονίαν καὶ Θετταλίαν

ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα

καὶ τῶν ἐντὸς Ἰσθµοῦ Μέγαρα καὶ Ἀθήνας, ἐπὶ Βοιωτοὺς

39.2.1

ἐστράτευσε. καὶ πρῶτον µὲν ἐγένοντο συµβάσεις µέτριαι

περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύµου τοῦ Σπαρ-

τιάτου παραβαλόντος εἰς Θήβας µετὰ στρατιᾶς, ἐπαρ-

θέντες οἱ Βοιωτοί, καὶ Πείσιδος ἅµα τοῦ Θεσπιέως, ὃς

39.2.5

ἐπρώτευε δόξῃ καὶ δυνάµει τότε, συµπαρορµῶντος αὐ-

39.3.1

τούς, ἀπέστησαν. ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς µη-

χανὰς ὁ Δηµήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν

ὁ Κλεώνυµος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν

39.4.1

ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐµβαλὼν φρουρὰν καὶ πρα-

ξάµενος πολλὰ χρήµατα καὶ καταλιπὼν αὐτοῖς ἐπιµελητὴν

καὶ ἁρµοστὴν Ἱερώνυµον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως

39.5.1

κεχρῆσθαι, καὶ µάλιστα διὰ Πεῖσιν. ἑλὼν γὰρ αὐτὸν οὐ-

δὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλο-

39.6.1

φρονηθεὶς πολέµαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν. οὐ πολλῷ

δ" ὕστερον ἁλίσκεται Λυσίµαχος ὑπὸ Δροµιχαίτου, καὶ

πρὸς τοῦτο Δηµητρίου κατὰ τάχος ἐξορµήσαντος ἐπὶ

Θρᾴκην ὥσπερ ἔρηµα καταληψοµένου, πάλιν ἀπέστησαν

39.6.5

οἱ Βοιωτοί, καὶ Λυσίµαχος ἅµα διειµένος ἀπηγγέλλετο.

39.7.1

ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δηµήτριος

εὗρεν ἡττηµένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου µάχῃ τοὺς

Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.

40.1.1

Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ µέχρι

Θερµοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας

40.2.1

ἀπολιπὼν αὐτὸς ὥρµησεν ἐπ" ἐκεῖνον. ὀξέως δὲ φυγόντος,

ἐν Θεσσαλίᾳ καταστήσας µυρίους ὁπλίτας καὶ χιλίους

ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν

λεγοµένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ µικρὸν ὑπὸ

40.2.5

βρίθους καὶ µεγέθους µοχλευοµένην, ὡς µόλις ἐν δυσὶ µησὶ

40.3.1

δύο σταδίους προελθεῖν. τῶν δὲ Βοιωτῶν ἐρρωµένως

ἀµυνοµένων, καὶ τοῦ Δηµητρίου πολλάκις φιλονικίας

ἕνεκα µᾶλλον ἢ χρείας µάχεσθαι καὶ κινδυνεύειν τοὺς στρα-

τιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ

40.3.5

ὀλίγους καὶ περιπαθῶν “τί ὦ πάτερ” ἔφη “παραναλισκο-

40.4.1

µένους οὐκ ἀναγκαίως τούτους περιορῶµεν;” ὁ δὲ παρ-

οξυνθεὶς “σὺ δέ” ἔφη “τί δυσχεραίνεις; ἢ διάµετρον ὀφεί-

40.5.1

λεις τοῖς ἀποθνῄσκουσιν;” οὐ µὴν ἀλλὰ καὶ βουλόµενός

γε µὴ δοκεῖν ἑτέρων ἀφειδεῖν µόνον, ἀλλὰ καὶ συγκιν-

δυνεύειν τοῖς µαχοµένοις, διελαύνεται τὸν τράχηλον

ὀξυβελεῖ. καὶ δεινῶς µὲν ἔσχεν, οὐ µὴν ἀνῆκεν, ἀλλ" εἷλε

40.6.1

τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν µὲν καὶ φόβον

ὡς τὰ δεινότατα πεισοµένοις παρέσχεν, ἀνελὼν δὲ τρις-

καίδεκα καὶ µεταστήσας τινάς, ἀφῆκε τοὺς ἄλλους. ταῖς

µὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουµέναις ἔτος ἁλῶναι

40.6.5

δὶς ἐν τῷ χρόνῳ συνέπεσε.

40.7.1

Τῶν δὲ Πυθίων καθηκόντων, πρᾶγµα καινότατον ἐπ-

40.8.1

έτρεψεν αὑτῷ ποιεῖν ὁ Δηµήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ

περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν

ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι µά-

λιστα τιµᾶσθαι τὸν θεόν, οἷς καὶ πατρῷός ἐστι καὶ λέγε-

40.8.5

ται τοῦ γένους ἀρχηγός.

41.1.1

Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν, καὶ µήτ"

αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τ" ἄλλους ὁρῶν ἐν

ταῖς στρατείαις µᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταρα-

χώδεις καὶ πολυπράγµονας ὄντας, ἐστράτευσεν ἐπ" Αἰτω-

41.2.1

λούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ

µέρος ἔχοντα τῆς δυνάµεως οὐκ ὀλίγον ἀπολιπών, ἐπὶ

41.3.1

Πύρρον αὐτὸς ἐχώρει, καὶ Πύρρος ἐπ" ἐκεῖνον· ἀλλήλων

δὲ διαµαρτόντες, ὁ µὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ

Πανταύχῳ περιπεσὼν καὶ µάχην συνάψας, αὐτὸν µὲν

ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐν χερσὶ γενόµενον

41.3.5

ἐτρέψατο, τῶν δ" ἄλλων πολλοὺς µὲν ἀπέκτεινεν, ἐζώγρησε

41.4.1

δὲ πεντακισχιλίους. καὶ τοῦτο µάλιστα Δηµήτριον ἐκά-

κωσεν· οὐ γὰρ οὕτως µισηθεὶς ὁ Πύρρος ἀφ" ὧν ἔπρα-

ξεν, ὡς θαυµασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργά-

σασθαι, µέγα καὶ λαµπρὸν ἔσχεν ἀπὸ τῆς µάχης ἐκείνης

41.5.1

ὄνοµα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν

τῶν Μακεδόνων, ὡς ἐν µόνῳ τούτῳ τῶν βασιλέων εἴδω-

λον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλµης, οἱ δ" ἄλλοι, καὶ

µάλιστα Δηµήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο

41.5.5

καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

41.6.1

Ἦν δ" ὡς ἀληθῶς τραγῳδία µεγάλη περὶ τὸν Δηµή-

τριον, οὐ µόνον ἀµπεχόµενον καὶ διαδούµενον περιττῶς

καυσίαις διµίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ

καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συµπεπιληµέ-

41.7.1

νης χρυσοβαφεῖς πεποιηµένον ἐµβάδας. ἦν δέ τις ὑφαι-

νοµένη χλαµὺς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον,

εἴκασµα τοῦ κόσµου καὶ τῶν κατ" οὐρανὸν φαινοµένων·

41.8.1

ὃ κατελείφθη µὲν ἡµιτελὲς ἐν τῇ µεταβολῇ τῶν πραγ-

µάτων, οὐδεὶς δ" ἐτόλµησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ

ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενοµένων βασι-

λέων.

42.1.1

Οὐ µόνον δὲ τούτοις τοῖς θεάµασιν ἐλύπει τοὺς

ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν

ἐβαρύνοντο, καὶ µάλιστα δὴ τὸ δυσόµιλον αὐτοῦ καὶ

δυσπρόσοδον· ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς

42.2.1

ἦν καὶ τραχὺς τοῖς ἐντυγχάνουσιν. Ἀθηναίων µὲν γάρ,

περὶ οὓς ἐσπουδάκει µάλιστα τῶν Ἑλλήνων, ἔτη δύο

πρεσβείαν κατέσχεν, ἐκ Λακεδαίµονος δ" ἑνὸς πρεσβευτοῦ

παραγενοµένου, καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν.

42.3.1

ἀστείως µέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ

“τί σὺ λέγεις; ἕνα Λακεδαιµόνιοι πρεσβευτὴν ἔπεµψαν;”

42.4.1

“ναί” εἶπεν “ὦ βασιλεῦ, πρὸς ἕνα.” δόξαντος δ" αὐτοῦ

ποτε δηµοτικώτερον ἐξελαύνειν καὶ πρὸς ἔντευξιν ἔχειν

οὐκ ἀηδῶς, συνέδραµόν τινες ἐγγράφους ἀξιώσεις ἀναδι-

42.5.1

δόντες. δεξαµένου δὲ πάσας καὶ τῇ χλαµύδι συλλαβόντος,

ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν· ὡς δ" ἦλθεν

ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαµύδα πάσας

42.6.1

εἰς τὸν ποταµὸν ἐξέρριψε. καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς

Μακεδόνας, ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ

Φιλίππου µνηµονεύοντας ἢ τῶν µνηµονευόντων ἀκούοντας,

42.7.1

ὡς µέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυ-

τέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ

δεοµένου πολλάκις ἀκουσθῆναι, φήσας µὴ σχολάζειν,

ἐγκραγόντος ἐκείνου “καὶ µὴ βασίλευε” [εἰπόντος], δη-

42.7.5

χθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόµενος, ἀνέστρεψεν

εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάµενος ὕστερα τοῖς ἐν-

τυχεῖν βουλοµένοις, ἀρξάµενος ἀπὸ τῆς πρεσβύτιδος

42.8.1

ἐκείνης, ἐπὶ πολλὰς ἡµέρας ἐσχόλασεν. οὐδὲν γὰρ οὕτως

βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης µὲν γὰρ

τύραννος, ὥς φησι Τιµόθεος, νόµος δὲ πάντων

42.9.1

βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς

Ὅµηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ

θέµιστας παρὰ τοῦ Διὸς λαµβάνοντας ῥύεσθαι καὶ φυλάς-

σειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεµικώτατον οὐδὲ

42.9.5

τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν

42.10.1

δικαιότατον ὀαριστὴν καὶ µαθητὴν προσηγόρευκεν.

ἀλλὰ Δηµήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνο-

µοιοτάτην ἐπιγραφόµενος προσωνυµίαν· ὁ µὲν γὰρ Πολιεὺς

42.11.1

καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως

ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάµεως ἀµα-

θοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.

43.1.1

Ὁ δ" οὖν Δηµήτριος ἐπισφαλέστατα νοσήσας ἐν

Πέλλῃ, µικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδρα-

µόντος ὀξέως Πύρρου καὶ µέχρι Ἐδέσσης προελθόντος.

43.2.1

ἅµα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας

αὐτόν, ἐποιήσατό τινας ὁµολογίας, οὐ βουλόµενος ἐµπο-

δὼν ὄντι συνεχῶς προσπταίων καὶ τοποµαχῶν ἧττον εἶ-

43.3.1

ναι πρὸς οἷς διενοεῖτο. διενοεῖτο δ" οὐθὲν ὀλίγον, ἀλλὰ

πᾶσαν ἀναλαµβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενοµένην ἀρ-

χήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ

ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς µὲν ἤδη

43.3.5

συνετέτακτο πεζῆς µυριάδας δέκα δισχιλίων ἀνδρῶν

ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ µυ-

43.4.1

ρίων ἐλάττους. στόλον δὲ νεῶν ἅµα πεντακοσίων κατα-

βαλλόµενος, τὰς µὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς

δ" ἐν Κορίνθῳ, τὰς δ" ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν,

αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων ἃ χρὴ καὶ συν-

43.4.5

τεχνώµενος, ἐκπληττοµένων ἁπάντων οὐ τὰ πλήθη µόνον,

43.5.1

ἀλλὰ καὶ τὰ µεγέθη τῶν ἔργων. οὐδεὶς γὰρ εἶδεν ἀν-

θρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔθ" ἑκ-

καιδεκήρη· ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεµαῖος

ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, µῆκος διακοσίων ὀγδοή-

43.5.5

κοντα πηχῶν, ὕψος δ" ἕως ἀκροστολίου πεντήκοντα

δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυµένην

τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τού-

των ὁπλίτας δεχοµένην ἐπί τε τῶν παρόδων καὶ τοῦ

43.6.1

καταστρώµατος ὀλίγῳ τρισχιλίων ἀποδέοντας. ἀλλὰ θέαν

µόνην ἐκείνη παρέσχε, καὶ µικρὸν ὅσον διαφέρουσα τῶν

µονίµων οἰκοδοµηµάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ

43.7.1

χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δηµη-

τρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ

τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος

καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ µεγέθους παρεῖχον.

44.1.1

Αἰροµένης οὖν τοσαύτης δυνάµεως ἐπὶ τὴν Ἀσίαν,

ὅσην µετ" Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς

συνέστησαν ἐπὶ τὸν Δηµήτριον, Σέλευκος Πτολεµαῖος

44.2.1

Λυσίµαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες,

ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ µὴ νοµίζειν σπονδὰς

αἷς Δηµήτριος οὐκ ἐκείνῳ τὸ µὴ πολεµεῖσθαι δέδωκεν,

ἀλλ" εἴληφεν ἑαυτῷ τὸ πολεµεῖν οἷς βούλεται πρότερον.

44.3.1

δεξαµένου δὲ Πύρρου, πολὺς περιέστη πόλεµος ἔτι

µέλλοντα Δηµήτριον. ἅµα γὰρ τὴν µὲν Ἑλλάδα πλεύσας

στόλῳ µεγάλῳ Πτολεµαῖος ἀφίστη, Μακεδονίαν δὲ

Λυσίµαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁµόρου Πύρρος ἐµβα-

44.4.1

λόντες ἐλεηλάτουν. ὁ δὲ τὸν µὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος

κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρµησεν

44.5.1

ἐπὶ Λυσίµαχον. ἀγγέλλεται δ" αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν

Βέροιαν. καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας

ἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δηµητρίῳ κατὰ κόσµον εἶχεν,

ἀλλὰ καὶ ὀδυρµῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀρ-

44.5.5

γῆς καὶ βλασφηµιῶν µεστὸν ἦν τὸ στρατόπεδον, καὶ

συµµένειν οὐκ ἤθελον, ἀλλ" ἀπιέναι, τῷ µὲν λόγῳ πρὸς τὰ

44.6.1

οἴκοι, τῇ δ" ἀληθείᾳ πρὸς τὸν Λυσίµαχον. ἔδοξεν οὖν τῷ

Δηµητρίῳ Λυσιµάχου µὲν ἀποστῆναι πορρωτάτω, πρὸς

δὲ Πύρρον τρέπεσθαι· τὸν µὲν γὰρ ὁµόφυλον εἶναι καὶ

πολλοῖς συνήθη δι" Ἀλέξανδρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα

44.7.1

τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιµῆσαι Μακεδόνας. τούτων

µέντοι πολὺ διεψεύσθη τῶν λογισµῶν. ὡς γὰρ ἐγγὺς

ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ µὲν αὐτοῦ

τὴν ἐν τοῖς ὅπλοις λαµπρότητα θαυµάζοντες, ἔκ τε τοῦ

44.7.5

παλαιοτάτου καὶ βασιλικώτατον εἰθισµένοι νοµίζειν τὸν

ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πράως κεχρῆσθαι

τοῖς ἁλισκοµένοις πυνθανόµενοι, πάντως δὲ καὶ πρὸς

ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δηµητρίου

44.8.1

ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατ" ὀλίγους τό γε

πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν

τὸ στρατόπεδον, τέλος δὲ τῷ Δηµητρίῳ τολµήσαντές

τινες προσελθεῖν, ἐκέλευον ἀπιέναι καὶ σῴζειν αὑτόν·

44.8.5

ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυ-

φῆς πολεµοῦντας. οὗτοι µετριώτατοι τῶν λόγων ἐφαί-

νοντο τῷ Δηµητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα, καὶ

παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλ" ὑπο-

κριτής, µεταµφιέννυται χλαµύδα φαιὰν ἀντὶ τῆς τρα-

44.10.1

γικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν. ὁρµησάντων

δὲ τῶν πλείστων εὐθὺς ἐφ" ἁρπαγὴν καὶ πρὸς ἀλλήλους

διαµαχοµένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ

Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον.

44.11.1

καὶ γίνεται πρὸς Λυσίµαχον αὐτῷ συµπάσης Μακεδονίας

νέµησις, ἑπταετίαν ὑπὸ Δηµητρίου βεβαίως ἀρχθείσης.

45.1.1

Οὕτω δὲ τοῦ Δηµητρίου τῶν πραγµάτων ἐκ-

πεσόντος καὶ καταφυγόντος εἰς Κασσάνδρειαν, ἡ γυνὴ

Φίλα περιπαθὴς γενοµένη προσιδεῖν µὲν οὐχ ὑπέµεινεν

αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τληµονέστατον βασιλέων

45.1.5

Δηµήτριον, ἀπειπαµένη δὲ πᾶσαν ἐλπίδα καὶ µισήσασα

τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ

45.2.1

τοῖς ἀγαθοῖς, πιοῦσα φάρµακον ἀπέθανε. Δηµήτριος δ"

ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν

εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους

45.3.1

συνῆγεν. ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς

αὑτοῦ τύχαις παρατίθησιν·

ἀλλ" οὑµὸς ἀεὶ πότµος ἐν πυκνῷ θεοῦ

τροχῷ κυκλεῖται καὶ µεταλλάσσει φύσιν,

45.3.5

ὥσπερ σελήνης δ" ὄψις εὐφρόναις δύο

στῆναι δύναιτ" ἂν οὔποτ" ἐν µορφῇ µιᾷ,

ἀλλ" ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα,

πρόσωπα καλλύνουσα καὶ πληρουµένη,

χὤτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,

45.3.10

πάλιν διαρρεῖ κεἰς τὸ µηδὲν ἔρχεται,

45.4.1

ταύτῃ µᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δηµητρίου πράγµατα

καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώ-

σεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπο-

λείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαµπεν αὖ-

45.4.5

θις ἡ ἀρχή, καὶ δυνάµεις τινὲς ἐπιρρέουσαι κατὰ µικρὸν

45.5.1

ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶ

τῶν βασιλικῶν κοσµίων ἔρηµος ἐπεφοίτα ταῖς πόλεσι,

καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάµενος ἐχρήσατο

τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς (Bacch. 4)·

45.5.5

µορφὴν ἀµείψας ἐκ θεοῦ βροτησίαν

πάρεστι Δίρκης νάµαθ" Ἱσµηνοῦ θ" ὕδωρ·

46.1.1

Ἐπεὶ δ" ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλ-

πίδα κατέστη, καὶ συνίστατο πάλιν σῶµα καὶ σχῆµα περὶ

αὑτὸν ἀρχῆς, Θηβαίοις µὲν ἀπέδωκε τὴν πολιτείαν·

46.2.1

Ἀθηναῖοι δ" ἀπέστησαν αὐτοῦ, καὶ τόν τε Δίφιλον, ὃς ἦν

ἱερεὺς τῶν Σωτήρων ἀναγεγραµµένος, ἐκ τῶν ἐπωνύµων

ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν ὥσπερ ἦν πάτριον

ψηφισάµενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας µετεπέµποντο,

46.2.5

µᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δηµήτριον ὁρῶντες.

46.3.1

ὁ δ" ὀργῇ µὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ

συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου

πεµφθέντος ὑπὸ τοῦ δήµου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου

καὶ συνετοῦ, τὰ µὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πει-

46.3.5

σθείς, τὰ δ" ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συµφερόντων

46.4.1

νοήσας, ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες

ἦσαν αὐτῷ, καὶ στρατιώτας µυρίους καὶ χιλίους σὺν

ἱππεῦσιν ἐµβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιµάχου

46.5.1

Καρίαν καὶ Λυδίαν ἀποστήσων. δέχεται δ" αὐτὸν Εὐρυδίκη

περὶ Μίλητον ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ

Πτολεµαίου θυγατέρων Πτολεµαΐδα, καθωµολογηµένην

ἐκείνῳ πρότερον διὰ Σελεύκου· ταύτην γαµεῖ Δηµήτριος

46.6.1

Εὐρυδίκης ἐκδιδούσης. καὶ µετὰ τὸν γάµον εὐθὺς ἐπὶ τὰς

πόλεις τρέπεται, πολλῶν µὲν ἑκουσίως προστιθεµένων,

πολλὰς δὲ καὶ βιαζόµενος. ἔλαβε δὲ καὶ Σάρδεις· καί

τινες τῶν Λυσιµάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐ-

46.7.1

τόν, χρήµατα καὶ στρατιὰν κοµίζοντες. ἐπερχοµένου δ"

Ἀγαθοκλέους τοῦ Λυσιµάχου µετὰ δυνάµεως, ἀνέβαι-

νεν εἰς Φρυγίαν, ἐγνωκὼς ἄνπερ Ἀρµενίας ἐπιλάβηται

Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγµάτων ἔχεσθαι, πολλὰς

46.8.1

ἐξωθουµένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων. ἑπο-

µένου δ" Ἀγαθοκλέους, ἐν ταῖς συµπλοκαῖς περιῆν, ἐπι-

σιτισµοῦ δὲ καὶ προνοµῶν εἰργόµενος ἠπορεῖτο, καὶ τοῖς

στρατιώταις δι" ὑποψίας ἦν ὡς ἐπ" Ἀρµενίαν καὶ Μηδίαν

46.9.1

ἐκτοπίζων. ἅµα δὲ µᾶλλον ὁ λιµὸς ἐπέτεινε, καὶ διαµαρτία

τις γενοµένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώ-

46.10.1

πων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύµατος ἀπώλεσεν. ὅµως δὲ τοῦ

σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ

τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴν µικρὸν παραλλάξας·

46.10.5

τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου, τίνας

χώρους ἀφίγµεθα;

47.1.1

Τέλος δὲ καὶ νόσου τῷ λιµῷ συνεπιτιθεµένης ὥσπερ

εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεποµένων, τοὺς πάντας

οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλών, ἀνῆγεν ὀπίσω

47.2.1

τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρσόν, ἐβούλετο µὲν

ἀπέχεσθαι τῆς χώρας οὔσης ὑπὸ Σελεύκῳ τότε καὶ πρό-

φασιν ἐκείνῳ µηδεµίαν παρασχεῖν, ὡς δ" ἦν ἀµήχανον,

ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ

47.2.5

τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε,

47.3.1

γράφει πρὸς Σέλευκον ἐπιστολήν, µακρόν τινα τῆς αὑτοῦ

τύχης ὀδυρµόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν,

ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεµίοις συναλγῆ-

47.4.1

σαι πεπονθότος. ἐπικλασθέντος δέ πως Σελεύκου καὶ

γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς, ὅπως αὐτῷ τε τῷ

Δηµητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάµει τροφὴν

ἄφθονον παρέχωσιν, ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸς

47.4.5

εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης

ἔφη πλεῖστον εἶναι τῶν Δηµητρίου στρατιωτῶν τρε-

φοµένων, ἀλλ" ἐνδιατρίβοντα τῇ χώρᾳ Δηµήτριον οὐ

καλῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢν καὶ µεγα-

λοπραγµονέστατος βασιλέων, νῦν ἐν τύχαις γέγονεν αἳ

47.4.10

καὶ τοὺς φύσει µετρίους ἐξάγουσι τολµᾶν καὶ ἀδικεῖν.

47.5.1

ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρµησεν εἰς Κιλι-

47.6.1

κίαν µετὰ πολλῆς δυνάµεως. ὁ δὲ Δηµήτριος ἐκπλαγεὶς

τῇ δι" ὀλίγου µεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς,

ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεµπόµε-

νος ἠξίου µάλιστα µὲν αὐτὸν περιιδεῖν τῶν αὐτονόµων

47.6.5

τινὰ βαρβάρων κτησάµενον ἀρχήν, ἐν ᾗ καταβιώσεται

πλάνης καὶ φυγῆς παυσάµενος, εἰ δὲ µή, τὸν χειµῶνα

διαθρέψαι τὴν δύναµιν αὐτόθι καὶ µὴ πάντων ἐνδεᾶ καὶ

γυµνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεµίοις.

48.1.1

Ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέ-

λευσεν αὐτόν, εἰ βούλεται, δύο µῆνας ἐν τῇ Καταονίᾳ

χειµάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁµήρους, ἅµα

δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόµενος

48.1.5

ὡς θηρίον ὁ Δηµήτριος κύκλῳ καὶ περιβαλλόµενος, ὑπ"

ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατ-

έτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συµπλεκόµενος ἀεὶ

48.2.1

πλέον εἶχε. καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφ-

εθέντων, ὑποστὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν

48.3.1

ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ

ὅλως ἐπῆρτο τῇ γνώµῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρη-

κότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν

Σέλευκον ἐπὶ τοῖς µεγίστοις ἄθλοις, ἠπορηµένον ἤδη

48.4.1

καὶ αὐτόν. ἀπέστρεψε µὲν γὰρ τὴν παρὰ Λυσιµάχου

βοήθειαν ἀπιστῶν καὶ φοβούµενος, αὐτὸς δὲ καθ" ἑαυτὸν

ὤκνει τῷ Δηµητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ

καὶ τὴν ἀεὶ µεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς

48.5.1

µεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος µέντοι βαρεῖα τὸν

Δηµήτριον ἐν τούτῳ καταλαβοῦσα, τό τε σῶµα δεινῶς

ἐκάκωσε καὶ τὰ πράγµατα παντάπασι διέφθειρεν· οἱ µὲν

γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεµίους, οἱ δὲ διερρύησαν

48.6.1

αὐτοῦ τῶν στρατιωτῶν. µόλις δ" ἐν ἡµέραις τεσσαράκοντα

ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβὼν καὶ ὁρµήσας, ὅσον

ἰδεῖν καὶ δοξάσαι τοὺς πολεµίους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς

ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀµανὸν ὑπερ-

48.6.5

βαλών, ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς.

49.1.1

Ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουµένου τὰς

καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δηµήτριος τὸ στράτευµα

νυκτὸς ἐβάδιζεν ἐπ" αὐτόν, ἀγνοοῦντα µέχρι πολλοῦ καὶ

49.2.1

κοιµώµενον. αὐτοµόλων δέ τινων παραγενοµένων καὶ

φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας

ἐκέλευσε σηµαίνειν, ἅµα τὰς κρηπῖδας ὑποδούµενος καὶ

βοῶν πρὸς τοὺς ἑταίρους, ὡς θηρίῳ δεινῷ συµπέπλεκται.

49.3.1

Δηµήτριος δὲ τῷ θορύβῳ τῶν πολεµίων αἰσθόµενος

ὅτι µεµήνυται, κατὰ τάχος ἀπῆγεν. ἅµα δ" ἡµέρᾳ

προσκειµένου τοῦ Σελεύκου, πέµψας τινὰ τῶν περὶ αὑτὸν

ἐπὶ θάτερον κέρας, ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων.

49.4.1

εἶτα µέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ

κράνος ἀποθέµενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς µι-

σθοφόροις, ἐπιδεικνύµενος αὑτὸν καὶ µεταβαλέσθαι παρα-

καλῶν ἤδη ποτὲ συµφρονήσαντας, ὅτι φειδόµενος ἐκείνων,

49.4.5

οὐ Δηµητρίου, χρόνον πολὺν διατετέλεκεν. ἐκ τούτου

πάντες ἀσπαζόµενοι καὶ βασιλέα προσαγορεύοντες µεθ-

49.5.1

ίσταντο. Δηµήτριος δὲ πολλῶν µεταβολῶν αἰσθόµενος

ἐσχάτην ἐκείνην ἥκουσαν ἐπ" αὐτόν, ἐκκλίνας ἐπὶ τὰς

Ἀµανίδας ἔφευγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ

συνηρεφῆ µετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων

49.5.5

παντάπασιν ὄντων, προσέµενε τὴν νύκτα, βουλόµενος

εἰ δύναιτο τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν

ἐπὶ τὴν ἐκεῖ θάλασσαν, οὗ τὸν ναύσταθµον εὑρήσειν

ἤλπιζεν. ὡς δ" ἔγνω µηδ" ἐκείνης τῆς ἡµέρας ἐφόδιον

49.7.1

ἔχοντας αὐτούς, ἐπ" ἄλλων ἐγίνετο λογισµῶν. εἶτα µέντοι

Σωσιγένης ἐπῆλθεν ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους

ὑπεζωσµένος, καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης

διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι.

49.8.1

πυρῶν δὲ καιοµένων πρὸς αὐταῖς πολεµίων, ἀπογνόντες

ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον,

οὔτε πάντες – ἔνιοι γὰρ ἀπέδρασαν – οὔθ" ὁµοίως οἱ

49.9.1

παραµένοντες πρόθυµοι. τολµήσαντος δέ τινος εἰπεῖν [τι]

ὡς Σελεύκῳ χρὴ τὸ σῶµα παραδοῦναι Δηµήτριον, ὥρµησε

µὲν τὸ ξίφος σπασάµενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι

περιστάντες καὶ παραµυθούµενοι συνέπεισαν οὕτω ποιῆ-

49.9.5

σαι. καὶ πέµπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθ"

ἑαυτόν.

50.1.1

Ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δηµητρίου

τύχῃ σῴζεσθαι Δηµήτριον, ἀλλὰ τῇ αὑτοῦ, µετὰ τῶν

ἄλλων καλῶν αὐτῷ φιλανθρωπίας καὶ χρηστότητος ἐπί-

50.2.1

δειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιµελητάς, σκηνήν

τε πηγνύναι βασιλικὴν ἐκέλευσε καὶ τἆλλα πάντα ποι-

εῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν µε-

50.3.1

γαλοπρεπῶς. ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ,

τοῦ Δηµητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξ-

έπεµψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς

50.4.1

πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς

δὲ τῆς γνώµης αὐτοῦ γενοµένης, ὀλίγοι τὸ πρῶτον, εἶθ"

οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δηµήτριον,

ἁµιλλώµενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ

50.5.1

εὐθὺς παρὰ τῷ Σελεύκῳ µέγιστος ἔσεσθαι. τοῦτο δ"

ἐκείνῳ µὲν εἰς φθόνον µετέβαλε τὸν ἔλεον, τοῖς δὲ

κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ δια-

φθεῖραι τὴν φιλανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν

50.5.5

αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλ" ἅµα τῷ πρῶτον ὀφθῆ-

ναι τὸν ἄνδρα µεγάλων ἐσοµένων ἐν τῷ στρατοπέδῳ

50.6.1

νεωτερισµῶν. ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δη-

µήτριον ἀφιγµένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχο-

µένων καὶ λόγους θαυµαστοὺς ἀπαγγελλόντων περὶ τοῦ

Σελεύκου, καὶ τοῦ Δηµητρίου µετὰ τηλικαύτην δυστυ-

50.6.5

χίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παρά-

δοσιν τοῦ σώµατος αἰσχρὰν πεποιῆσθαι, τότε µετεγνω-

κότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε

Παυσανίας ἔχων στρατιώτας ὁµοῦ πεζοὺς καὶ ἱππεῖς

50.7.1

περὶ χιλίους. καὶ τούτοις περισχὼν τὸν Δηµήτριον

ἄφνω, τοὺς δ" ἄλλους ἀποστήσας, Σελεύκῳ µὲν αὐτὸν

εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συρια-

50.8.1

κὴν ἀπήγαγεν· ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπι-

σταθείσης, θεραπεία µὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου, καὶ

χρήµατα καὶ δίαιτα παρεσκευάζετο καθ" ἡµέραν οὐ µεµ-

πτή, δρόµοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι

50.9.1

θήρας ἔχοντες ἀπεδείχθησαν· ἦν δὲ καὶ τῶν φίλων τῶν

συµφυγόντων τῷ βουλοµένῳ συνεῖναι, καὶ παρ" αὐτοῦ

τινες ὅµως ἐπιφοιτῶντες [ἀπὸ τοῦ Σελεύκου] ἧκον, κο-

µίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες,

50.9.5

ὡς ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ

διεθησόµενον.

51.1.1

Ὁ δὲ Δηµήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονώς,

ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ

Κόρινθον ἡγεµόσι καὶ φίλοις, µήτε γράµµασιν αὐτοῦ

µήτε σφραγῖδι πιστεύειν, ἀλλ" ὥσπερ τεθνηκότος Ἀντι-

51.1.5

γόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγµατα διαφυλάττειν.

Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόµενος, καὶ

βαρέως ἐνεγκὼν καὶ πενθίµην ἀναλαβὼν ἐσθῆτα πρός

τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευ-

κον, δεόµενος καὶ πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς,

51.2.5

καὶ πρὸ παντὸς ὁµηρεύειν ἕτοιµος ὢν αὐτὸς ὑπὲρ τοῦ

51.3.1

πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ

δυνάσται πλὴν Λυσιµάχου· Λυσίµαχος δὲ καὶ χρήµατα

πολλὰ πέµπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δηµήτριον.

51.4.1

ὁ δ" ἐκεῖνον µὲν <καὶ> ἄλλως προβαλλόµενος, ἔτι µᾶλλον

ἐπὶ τούτῳ µιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ

παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δηµήτριον, ὡς ἐκείνων

ἡ χάρις γένοιτο, παρῆγε τὸν χρόνον.

52.1.1

Ὁ δὲ Δηµήτριος ὡς ἐν ἀρχῇ τὴν τύχην προς-

πεσοῦσαν ὑπέµεινε καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρ-

όντα, πρῶτον µὲν ἁµῶς γέ πως ἐκίνει τὸ σῶµα, θήρας

52.2.1

ἐφ" ὅσον ἦν καὶ δρόµων ἁπτόµενος· ἔπειτα κατὰ µικρὸν

ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίµπλατο, καὶ φέρων

ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε, καὶ τοῦ χρόνου

52.3.1

τὸν πλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ νήφειν

ἀναλογισµοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρα-

καλυπτόµενος τῇ µέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ

τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων

52.3.5

ἄλλως ὑπ" ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ

µὲν ἑαυτῷ, πολλὰ δ" ἑτέροις πράγµατα παρεῖχεν, ἐν ὅπλοις

καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν

ἀπραγµοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει µὴ προσδοκήσας

52.4.1

ἀνεύρηκε. τί γὰρ ἄλλο τῶν πολέµων καὶ τῶν κινδύνων

πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως

διακειµένοις, οὐχ ὅτι µόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς

ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλ" ὅτι µηδ" ἥδεσθαι

52.4.5

µηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν.

52.5.1

Ὁ δ" οὖν Δηµήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθ-

ειργµένος, ὑπ" ἀργίας καὶ πλησµονῆς καὶ οἴνου νοσή-

σας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.

52.6.1

καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ µετενόησεν οὐ µε-

τρίως ἐν ὑποψίᾳ τὸν Δηµήτριον θέµενος τότε, καὶ µηδὲ

Δροµιχαίτην ἄνδρα βάρβαρον Θρᾷκα µιµησάµενος, οὕτω

φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιµάχῳ χρησά-

52.6.5

µενον.

53.1.1

Ἔσχε µέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν

53.2.1

τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος ὡς

ᾔσθετο τὰ λείψανα κοµιζόµενα, πάσαις ἀναχθεὶς ταῖς

ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάµενος εἰς τὴν

µεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον

53.3.1

οὖσαν. αἱ δὲ πόλεις, αἷς προσεῖχον, τοῦτο µὲν στεφάνους

ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δ" ἄνδρας ἐν σχήµατι πενθίµῳ

53.4.1

συνθάψοντας καὶ συµπαραπέµψοντας ἀπέστελλον. εἰς δὲ

Κόρινθον τοῦ στόλου καταπλέοντος, ἥ τε κάλπις ἐκ

πρύµνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδή-

µατι κεκοσµηµένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι

53.5.1

δορυφοροῦντες. ὁ δὲ τῶν τότ" αὐλητῶν ἐλλογιµώτατος

Ξενόφαντος ἐγγὺς καθεζόµενος προσηύλει τῶν µελῶν τὸ

ἱερώτατον· καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφεροµένης

µετὰ ῥυθµοῦ τινος, ἀπήντα ψόφος ὥσπερ ἐν κοπετῷ ταῖς

53.6.1

τῶν αὐληµάτων περιόδοις. τὸν δὲ πλεῖστον οἶκτον καὶ

ὀλοφυρµὸν αὐτὸς Ἀντίγονος τοῖς ἠθροισµένοις ἐπὶ τὴν

θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυµένος παρέσχεν.

53.7.1

ἐπενεχθεισῶν δὲ ταινιῶν καὶ στεφάνων περὶ Κόρινθον, εἰς

Δηµητριάδα κοµίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυµον

ἐκείνου, <συν>οικισθεῖσαν ἐκ µικρῶν τῶν περὶ τὴν Ἰωλκὸν

πολιχνίων.

53.8.1

Ἀπέλιπε δὲ γενεὰν ὁ Δηµήτριος Ἀντίγονον µὲν ἐκ

Φίλας καὶ Στρατονίκην, δύο δὲ Δηµητρίους, τὸν µὲν

Λεπτὸν ἐξ Ἰλλυρίδος γυναικός, τὸν δ" ἄρξαντα Κυρήνης

ἐκ Πτολεµαΐδος, ἐκ δὲ Δηιδαµείας Ἀλέξανδρον, ὃς ἐν

53.9.1

Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶ Κόρραγον υἱὸν ἐξ

Εὐρυδίκης αὐτῷ γενέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ

γένος αὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον, ἐφ" οὗ

Ῥωµαῖοι Μακεδονίαν ὑπηγάγοντο.

53.10.1

Διηγωνισµένου δὲ τοῦ Μακεδονικοῦ δράµατος, ὥρα

τὸ Ῥωµαϊκὸν ἐπεισαγαγεῖν.